Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντιοχίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Πόστουμον Αἰβούτιον Οὔλεκον. ἐπὶ δὲ τούτων, Ἀθηναίων μὲν συνηγωνισμένων τοῖς Κερκυραίοις καὶ τῆς κατὰ τὴν ναυμαχίαν νίκης αἰτίων γενομένων, χαλεπῶς εἶχον πρὸς αὐτοὺς οἱ Κορίνθιοι.

διόπερ ἀμύνεσθαι σπεύδοντες τοὺς Ἀθηναίους, ἀπέστησαν ἀπʼ αὐτῶν πόλιν Ποτίδαιαν, οὖσαν ἑαυτῶν ἄποικον. ὁμοίως δὲ τούτοις καὶ Περδίκκας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς Ἀθηναίους, ἔπεισε τοὺς Χαλκιδεῖς ἀποστάντας Ἀθηναίων τὰς μὲν ἐπὶ θαλάττῃ πόλεις ἐκλιπεῖν, εἰς μίαν δὲ συνοικισθῆναι τὴν ὀνομαζομένην Ὄλυνθον.

οἱ δʼ Ἀθηναῖοι τὴν ἀπόστασιν τῶν Ποτιδαιατῶν ἀκούσαντες ἐξέπεμψαν τριάκοντα ναῦς καὶ προσέταξαν τήν τε χώραν τῶν ἀφεστηκότων λεηλατῆσαι καὶ τὴν πόλιν πορθῆσαι. οἱ δὲ πεμφθέντες καταπλεύσαντες εἰς τὴν Μακεδονίαν κατὰ τὰς ἐντολὰς τοῦ δήμου, συνεστήσαντο πολιορκίαν τῆς Ποτιδαίας.

ἔνθα δὴ τῶν Κορινθίων βοηθησάντων τοῖς πολιορκουμένοις δισχιλίοις στρατιώταις, δισχιλίους καὶ ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε. γενομένης δὲ μάχης περὶ τὸν ἰσθμὸν τὸν πλησίον τῆς Παλληνίων, καὶ τῶν Ἀθηναίων νικησάντων καὶ πλείους τῶν τριακοσίων ἀνελόντων, οἱ Ποτιδαιᾶται συνεκλείσθησαν εἰς πολιορκίαν.

ἅμα δὲ τούτοις πραττομένοις ἔκτισαν οἱ Ἀθηναῖοι πόλιν ἐν τῇ Προποντίδι τὴν ὀνομαζομένην Ἀστακόν. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πέμψαντες ἀποίκους εἰς Ἄρδεα τὴν χώραν κατεκληρούχησαν.