Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Γενύκιον καὶ Ἀγρίππαν Κούρτιον Χίλωνα. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν τὸ ἔθνος τῶν Καμπανῶν συνέστη, καὶ ταύτης ἔτυχε τῆς προσηγορίας ἀπὸ τῆς ἀρετῆς τοῦ πλησίον κειμένου πεδίου. κατὰ δὲ τὴν Ἀσίαν οἱ τοῦ Κιμμερίου Βοσπόρου βασιλεύσαντες, ὀνομασθέντες δὲ Ἀρχαιανακτίδαι, ἦρξαν ἔτη δύο πρὸς τοῖς τετταράκοντα· διεδέξατο δὲ τὴν ἀρχὴν Σπάρτακος, καὶ ἦρξεν ἔτη ἑπτά.

κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν. οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις· οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν.

μετὰ δὲ τὴν ναυμαχίαν οἱ μὲν Κορίνθιοι καταπλαγέντες κατέπλευσαν εἰς Πελοπόννησον, οἱ δὲ Κερκυραῖοι θαλαττοκρατοῦντες τῆς κατʼ ἐκείνους τοὺς τόπους θαλάττης ἐπέπλεον τοῖς Κορινθίων συμμάχοις καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.

τοῦ δʼ ἐνιαυσίου χρόνου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Εὐθυμένης, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τρεῖς, Αὖλος Σεμπρώνιος, Λεύκιος Ἀτίλιος, Τίτος Κόιντος. ἐπὶ δὲ τούτων Κορίνθιοι μὲν ἡττημένοι τῇ ναυμαχίᾳ ναυπηγήσασθαι στόλον ἀξιολογώτερον ἔκριναν.

διόπερ ὕλην πολλὴν παρασκευασάμενοι καὶ ναυπηγοὺς ἐκ τῶν πόλεων μισθούμενοι μετὰ πολλῆς φιλοτιμίας κατεσκεύαζον τριήρεις καὶ ὅπλα καὶ βέλη παντοδαπά, καὶ καθόλου πάσας τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἡτοίμαζον, καὶ τὰς μὲν ἐκ καταβολῆς τριήρεις ἐναυπηγοῦντο, τὰς δὲ πεπονηκυίας ἐθεράπευον, ἄλλας δὲ παρὰ τῶν συμμάχων μετεπέμποντο.

τὸ δὲ παραπλήσιον καὶ τῶν Κερκυραίων ποιούντων, καὶ ταῖς φιλοτιμίαις οὐκ ἀπολιμπανομένων, φανερὸς ἦν ὁ πόλεμος αὔξησιν μεγάλην ληψόμενος. ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι συνῴκισαν Ἀμφίπολιν, καὶ τῶν οἰκητόρων οὓς μὲν ἐκ τῶν πολιτῶν κατέλεξαν, οὓς δʼ ἐκ τῶν σύνεγγυς φρουρίων.