Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διὸ καὶ ῥᾳδίως ταῖς τῶν προστίμων αἰσχραῖς ὑπεξαιρέσεσιν ἀπέτρεψε τῆς βλαβερᾶς τρυφῆς καὶ ἀκολασίας τῶν ἐπιτηδευμάτων· οὐδεὶς γὰρ ἐβούλετο τὴν αἰσχρὰν ἀκολασίαν ὁμολογήσας καταγέλαστος ἐν τοῖς πολίταις εἶναι.

πολλὰ δὲ καὶ ἄλλα τῶν συμβολαίων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν βίον ἀμφισβητουμένων καλῶς ἐνομοθέτησε, περὶ ὧν ἡμῖν μακρὸν ἂν εἴη γράφειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον· διόπερ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις ἀναβιβάσομεν τὸν λόγον.