Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

λείπεται δʼ ἡμῖν εἰπεῖν ὑπὲρ τῆς τοῦ Χαρώνδου τελευτῆς, καθʼ ἣν ἴδιόν τι καὶ παράδοξον αὐτῷ συνέβη. ἐπὶ γὰρ τὴν χώραν ἐξιὼν μετὰ ξιφιδίου διὰ τοὺς λῃστάς, καὶ κατὰ τὴν ἐπάνοδον ἐκκλησίας συνεστώσης καὶ ταραχῆς ἐν τοῖς πλήθεσι, προσέστη πολυπραγμονῶν τὰ κατὰ τὴν στάσιν.

νενομοθετηκὼς δʼ ἦν μηδένα μεθʼ ὅπλου ἐκκλησιάζειν, καὶ ἐπιλαθόμενος ὅτι τὸ ξίφος παρέζωσται, παρέδωκεν ἐχθροῖς τισιν ἀφορμὴν κατηγορίας. ὧν ἑνὸς εἰπόντος καταλέλυκας τὸν ἴδιον νόμον, μὰ Διʼ, εἶπεν, ἀλλὰ κύριον ποιήσω· καὶ σπασάμενος τὸ ξιφίδιον ἑαυτὸν ἀπέσφαξεν. ἔνιοι δὲ τῶν συγγραφέων τὴν πρᾶξιν ταύτην περιτιθέασι Διοκλεῖ τῷ Συρακοσίων νομοθέτῃ.

ἡμεῖς δὲ ἀρκούντως τὰ περὶ Χαρώνδαν τὸν νομοθέτην διεληλυθότες βραχέα βουλόμεθα καὶ περὶ Ζαλεύκου τοῦ νομοθέτου διελθεῖν διά τε τὴν ὁμοίαν προαίρεσιν τοῦ βίου καὶ τὸ γεγονέναι τοὺς ἄνδρας ἐν πόλεσιν ἀστυγείτοσιν.