Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν διʼ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν κακομιλίαν ἐν τοῖσδε,

  1. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
  2. οὐπώποτʼ ἠρώτησα, γινώσκων ὅτι
  3. τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών·
Eur. fr. 812 (Nauck)τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν τούτοις,
  1. τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι
  2. νομοθεσίᾳ τά τʼ ἄλλα καὶ ταυτὶ λέγειν·
  3. ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων
  4. μήτʼ εὐδοκιμείτω μήτε μετεχέτω λόγου
  5. παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν
  6. κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.
  7. εἴτʼ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,
  8. εὐημερῶν κατάπαυσον, εἴτʼ οὐκ ἐπέτυχες,
  9. μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.
anon. fr. 110 (Kock)ταῖς γὰρ ἀληθείαις ὁ δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη.

καὶ Φιλήμονος τοῦ κωμῳδιογράφου γράφοντος τοὺς πολλάκις ναυτιλλομένους καὶ συνειπόντος τῷ νόμῳ

  1. τεθαύμακʼ οὐκέτʼ εἰ πέπλευκέ τις,
  2. ἀλλʼ εἰ πέπλευκε δίς,
Philemon fr. 183 (Kock)τὸ παραπλήσιον ἄν τις ἀποφαίνοιτο μὴ θαυμάζειν εἴ τις γεγάμηκεν, ἀλλʼ εἰ δὶς γεγάμηκε· κρεῖττον γὰρ εἶναι δὶς ἑαυτὸν θαλάττῃ παραβαλεῖν ἢ γυναικί.

μέγισται γὰρ καὶ χαλεπώταται στάσεις ἐν ταῖς οἰκίαις γίνονται διὰ μητρυιὰς τέκνοις πρὸς πατέρας, καὶ διὰ ταῦτα πολλαὶ καὶ παράνομοι πράξεις ἐν τοῖς θεάτροις τραγῳδοῦνται.