Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
διὸ καὶ τοῦ μὲν ζῆν τὴν φύσιν αἰτίαν ὑποληπτέον, τοῦ δὲ καλῶς ζῆν τὴν ἐκ τῶν γραμμάτων συγκειμένην παιδείαν. ὅθεν ὡς μεγάλων τινῶν ἀγαθῶν ἀποστερουμένους τοὺς ἀγραμμάτους διωρθώσατο τῇ νομοθεσίᾳ ταύτῃ καὶ δημοσίας ἐπιμελείας τε καὶ δαπάνης ἠξίωσε,
καὶ τοσοῦτον ὑπερεβάλετο τοὺς πρότερον νομοθετήσαντας δημοσίῳ μισθῷ τοὺς νοσοῦντας τῶν ἰδιωτῶν ὑπὸ ἰατρῶν θεραπεύεσθαι, ὥσθʼ οἱ μὲν τὰ σώματα θεραπείας ἠξίωσαν, ὁ δὲ τὰς ψυχὰς τὰς ὑπʼ ἀπαιδευσίας ἐνοχλουμένας ἐθεράπευσε, κἀκείνων μὲν τῶν ἰατρῶν εὐχόμεθα μηδέποτε χρείαν ἔχειν, τοῖς δὲ τῆς παιδείας διδασκάλοις ἐπιθυμοῦμεν ἅπαντα τὸν χρόνον συνδιατρίβειν.
ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν διʼ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν κακομιλίαν ἐν τοῖσδε,
Eur. fr. 812 (Nauck)τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν τούτοις,
- ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
- οὐπώποτʼ ἠρώτησα, γινώσκων ὅτι
- τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών·
anon. fr. 110 (Kock)ταῖς γὰρ ἀληθείαις ὁ δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη.
- τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι
- νομοθεσίᾳ τά τʼ ἄλλα καὶ ταυτὶ λέγειν·
- ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων
- μήτʼ εὐδοκιμείτω μήτε μετεχέτω λόγου
- παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν
- κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.
- εἴτʼ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,
- εὐημερῶν κατάπαυσον, εἴτʼ οὐκ ἐπέτυχες,
- μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.
καὶ Φιλήμονος τοῦ κωμῳδιογράφου γράφοντος τοὺς πολλάκις ναυτιλλομένους καὶ συνειπόντος τῷ νόμῳ
Philemon fr. 183 (Kock)τὸ παραπλήσιον ἄν τις ἀποφαίνοιτο μὴ θαυμάζειν εἴ τις γεγάμηκεν, ἀλλʼ εἰ δὶς γεγάμηκε· κρεῖττον γὰρ εἶναι δὶς ἑαυτὸν θαλάττῃ παραβαλεῖν ἢ γυναικί.
- τεθαύμακʼ οὐκέτʼ εἰ πέπλευκέ τις,
- ἀλλʼ εἰ πέπλευκε δίς,