Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

περὶ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην.

περὶ τῆς μάχης τῆς ἐν Θερμοπύλαις.

περὶ τῆς Ξέρξου ναυμαχίας πρὸς τοὺς Ἕλληνας.

ὡς Θεμιστοκλέους καταστρατηγήσαντος τὸν Ξέρξην κατεναυμάχησαν οἱ Ἕλληνες τοὺς βαρβάρους περὶ Σαλαμῖνα.

ὡς Ξέρξης Μαρδόνιον στρατηγὸν ἀπολιπὼν μετὰ μέρους τῆς δυνάμεως ἀπῆρεν εἰς τὴν Ἀσίαν.

ὡς Καρχηδόνιοι μεγάλαις δυνάμεσιν ἐστράτευσαν εἰς τὴν Σικελίαν.

ὡς Γέλων καταστρατηγήσας τοὺς βαρβάρους τοὺς μὲν αὐτῶν κατέκοψε, τοὺς δʼ ἐζώγρησεν.

ὡς Γέλων δεηθέντων Καρχηδονίων χρήματα πραξάμενος συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην.

κρίσις τῶν ἀριστευσάντων Ἑλλήνων ἐν τῷ πολέμῳ.

μάχη τῶν Ἑλλήνων πρὸς Μαρδόνιον καὶ Πέρσας περὶ Πλαταιὰς καὶ νίκη τῶν Ἑλλήνων.

πόλεμος Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας.

περὶ τῆς κατασκευῆς τοῦ Πειραιέως ὑπὸ Θεμιστοκλέους.

περὶ τῆς ἀποσταλείσης βοηθείας Κυμαίοις ὑφʼ Ἱέρωνος τοῦ βασιλέως.

περὶ τοῦ γενομένου πολέμου Ταραντίνοις πρὸς Ἰάπυγας.

ὡς Θρασυδαῖος ὁ Θήρωνος μὲν υἱός, τύραννος δὲ Ἀκραγαντίνων, ἡττηθεὶς ὑπὸ Συρακουσίων ἀπέβαλε τὴν δυναστείαν.

ὡς Θεμιστοκλῆς φυγὼν πρὸς Ξέρξην καὶ κατηγορηθεὶς θανάτου ἠλευθερώθη.

ὡς Ἀθηναῖοι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἠλευθέρωσαν.

περὶ τοῦ γενομένου σεισμοῦ περὶ τὴν Λακωνικήν.

περὶ τῆς ἀποστάσεως τῶν Μεσσηνίων καὶ τῶν Εἱλώτων ἀπὸ Λακεδαιμονίων.

ὡς Ἀργεῖοι Μυκήνας κατασκάψαντες ἀοίκητον ἐποίησαν τὴν πόλιν.

ὡς τὴν ἀπὸ Γέλωνος βασιλείαν κατέλυσαν οἱ Συρακούσιοι.

ὡς Ξέρξου δολοφονηθέντος Ἀρταξέρξης ἐβασίλευσεν.

περὶ τῆς ἀποστάσεως τῶν Αἰγυπτίων ἀπὸ Περσῶν.

περὶ στάσεων τῶν γενομένων ἐν ταῖς Συρακούσαις.

ὡς Ἀθηναῖοι Αἰγινήτας καὶ Κορινθίους κατεπολέμησαν.

ὡς Φωκεῖς πρὸς Δωριεῖς ἐπολέμησαν.

ὡς Μυρωνίδης ὁ Ἀθηναῖος ὀλίγοις στρατιώταις Βοιωτοὺς πολλαπλασίους ὄντας ἐνίκησεν.

περὶ τῆς Τολμίδου στρατείας εἰς Κεφαλληνίαν.

περὶ τοῦ γενομένου πολέμου κατὰ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίοις.

περὶ τοῦ νομοθετηθέντος ἐν Συρακούσαις πεταλισμοῦ.

στρατεία Περικλέους εἰς Πελοπόννησον.

στρατεία Συρακουσίων εἰς Τυρρηνίαν.

περὶ τῶν ἐν Σικελίᾳ Παλικῶν ὀνομαζομένων.

περὶ τῆς Δουκετίου ἥττης καὶ τῆς περὶ αὐτὸν παραδόξου σωτηρίας.

ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν· ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος.

ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παρʼ Ἠλείοις Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος. ἐπὶ δὲ τούτων Ξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν.

Μαρδόνιος ὁ Πέρσης ἀνεψιὸς μὲν καὶ κηδεστὴς ἦν Ξέρξου, διὰ δὲ σύνεσιν καὶ ἀνδρείαν μάλιστα θαυμαζόμενος παρὰ τοῖς Πέρσαις. οὗτος μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων, ἐπεθύμει μεγάλων δυνάμεων ἀφηγήσασθαι· διόπερ ἔπεισε τὸν Ξέρξην καταδουλώσασθαι τοὺς Ἕλληνας, ἀεὶ πολεμικῶς ἔχοντας πρὸς τοὺς Πέρσας.

ὁ δὲ Ξέρξης πεισθεὶς αὐτῷ καὶ βουλόμενος πάντας τοὺς Ἕλληνας ἀναστάτους ποιῆσαι, διεπρεσβεύσατο πρὸς Καρχηδονίους περὶ κοινοπραγίας καὶ συνέθετο πρὸς αὐτούς, ὥστε αὐτὸν μὲν ἐπὶ τοὺς τὴν Ἑλλάδα κατοικοῦντας Ἕλληνας στρατεύειν, Καρχηδονίους δὲ τοῖς αὐτοῖς χρόνοις μεγάλας παρασκευάσασθαι δυνάμεις καὶ καταπολεμῆσαι τῶν Ἑλλήνων τοὺς περὶ Σικελίαν καὶ Ἰταλίαν οἰκοῦντας.

ἀκολούθως οὖν ταῖς συνθήκαις Καρχηδόνιοι μὲν χρημάτων πλῆθος ἀθροίσαντες μισθοφόρους συνῆγον ἔκ τε τῆς Ἰταλίας καὶ Λιγυστικῆς, ἔτι δὲ Γαλατίας καὶ Ἰβηρίας, πρὸς δὲ τούτοις ἐκ τῆς Λιβύης ἁπάσης καὶ τῆς Καρχηδόνος κατέγραφον πολιτικὰς δυνάμεις· τέλος δὲ τριετῆ χρόνον περὶ τὰς παρασκευὰς ἀσχοληθέντες ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ναῦς δὲ διακοσίας.

ὁ δὲ Ξέρξης ἁμιλλώμενος πρὸς τὴν τῶν Καρχηδονίων σπουδήν, ὑπερεβάλετο πάσαις ταῖς παρασκευαῖς τοσοῦτον ὅσον καὶ τῷ πλήθει τῶν ἐθνῶν ὑπερεῖχε Καρχηδονίων. ἤρξατο δὲ ναυπηγεῖσθαι κατὰ πᾶσαν τὴν παραθαλάττιον τὴν ὑπʼ αὐτὸν ταττομένην, Αἴγυπτόν τε καὶ Φοινίκην καὶ Κύπρον, πρὸς δὲ τούτοις Κιλικίαν καὶ Παμφυλίαν καὶ Πισιδικήν, ἔτι δὲ Λυκίαν καὶ Καρίαν καὶ Μυσίαν καὶ Τρῳάδα καὶ τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις καὶ τὴν Βιθυνίαν καὶ τὸν Πόντον. ὁμοίως δὲ τοῖς Καρχηδονίοις τριετῆ χρόνον παρασκευασάμενος κατεσκεύασε ναῦς μακρὰς πλείους τῶν χιλίων καὶ διακοσίων.