Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἡμεῖς δὲ παρόντες ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν τήνδε τὴν βίβλον.

περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον.

περὶ τῆς ἀποστάσεως τῶν Μεγαρέων ἀπὸ Ἀθηναίων.

περὶ τῆς γενομένης μάχης περὶ Κορώνειαν Ἀθηναίοις καὶ Βοιωτοῖς.

περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ τὴν Εὔβοιαν.

πόλεμος κατὰ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους.

κτίσις κατὰ τὴν Ἰταλίαν Θουρίων καὶ στάσις πρὸς ἀλλήλους.

ὡς Χαρώνδας ὁ Θουρῖνος νομοθέτης αἱρεθεὶς πολλῶν ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι.

ὡς Ζάλευκος νομοθετήσας ἐν Λοκροῖς μεγάλην δόξαν περιεποιήσατο.

ὡς Ἀθηναῖοι τοὺς Ἑστιαιεῖς ἐκβαλόντες ἰδίους οἰκήτορας ἐξέπεμψαν.

περὶ τοῦ γενομένου πολέμου Θουρίοις πρὸς Ταραντίνους.

περὶ τῆς γενομένης στάσεως ἐν τῇ Ῥώμῃ.

περὶ τοῦ γενομένου πολέμου Σαμίοις πρὸς Μιλησίους.

ὡς Συρακόσιοι στρατεύσαντες ἐπὶ Πικηνοὺς τὴν πόλιν κατέσκαψαν.

ὡς κατὰ τὴν Ἑλλάδα συνέστη πόλεμος ὁ κληθεὶς Κορινθιακός.

ὡς κατὰ τὴν Ἰταλίαν τὸ τῶν Καμπανῶν ἔθνος συνέστη.

ναυμαχία Κορινθίων πρὸς Κερκυραίους.

ἀπόστασις Ποτιδαίας καὶ Χαλκιδέων ἀπὸ Ἀθηναίων.

περὶ τῆς γενομένης στρατείας Ἀθηναίων ἐπὶ τοὺς Ποτιδαιάτας.

περὶ τῆς γενομένης στάσεως ἐν τοῖς Θουρίοις.

ὡς Μέτων ὁ Ἀθηναῖος πρῶτος ἐξέθηκε τὴν ἐννεακαιδεκαετηρίδα.

ὡς τὴν ἐν Ἰταλίᾳ Ἡράκλειαν Ταραντῖνοι ἔκτισαν.

ὡς ἐπὶ τῆς Ῥώμης Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη.

περὶ τοῦ Πελοποννησιακοῦ κληθέντος πολέμου.

περὶ τῆς γενομένης μάχης Βοιωτοῖς πρὸς Πλαταιεῖς.

ὡς τῆς Μεθώνης πολιορκουμένης ὑπὸ Ἀθηναίων Βρασίδας ὁ Σπαρτιάτης ἀριστεύσας ἐδοξάσθη.

ὡς Ἀθηναῖοι στρατεύσαντες ἐπὶ Λοκροὺς πόλιν Θρόνιον ἐξεπόρθησαν.

ὡς Αἰγινῆται ὑπὸ Ἀθηναίων ἀνασταθέντες τὰς καλουμένας Θυρέας κατῴκησαν.

ὡς Λακεδαιμόνιοι στρατεύσαντες εἰς τὴν Ἀττικὴν τὰς κτήσεις κατέφθειραν.

στρατεία Ἀθηναίων δευτέρα ἐπὶ τοὺς Ποτιδαιάτας.

στρατεία Λακεδαιμονίων εἰς Ἀκαρνανίαν καὶ ναυμαχία πρὸς Ἀθηναίους.

στρατεία Σιτάλκου μὲν εἰς Μακεδονίαν, Λακεδαιμονίων δὲ εἰς τὴν Ἀττικήν.

περὶ τῆς Λεοντίνων πρεσβείας εἰς τὰς Ἀθήνας καὶ τῆς Γοργίου τοῦ πρεσβεύσαντος δεινότητος ἐν τοῖς λόγοις.

περὶ τοῦ γενομένου πολέμου Λεοντίνοις πρὸς Συρακουσίους.

ἀπόστασις Λεσβίων ἀπὸ Ἀθηναίων καὶ Πλαταιῶν ἅλωσις καὶ κατασκαφὴ ὑπὸ Λακεδαιμονίων.

στάσις Κερκυραίων πρὸς ἀλλήλους.

ὡς Ἀθηναῖοι λοιμικῇ νόσῳ περιπεσόντες πολλοὺς ἀπέβαλον τῶν πολιτῶν.

ὡς Λακεδαιμόνιοι Ἡράκλειαν ἐν τῇ Τραχῖνι πόλιν ἔκτισαν.

ὡς Ἀθηναῖοι πολλοὺς τῶν Ἀμβρακιωτῶν ἀνελόντες ἠρήμωσαν τὴν πόλιν.

περὶ τῶν Λακεδαιμονίων τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ αἰχμαλώτων γενομένων.

περὶ τῆς Ποστουμίου εἰς τὸν υἱὸν γενομένης ἐπιτιμήσεως ἕνεκα τῆς λειποταξίας.

περὶ τοῦ γενομένου πολέμου Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ τῶν Μεγαρέων.

πόλεμος Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ Χαλκιδέων.

μάχη κατὰ τὴν Βοιωτίαν Ἀθηναίοις πρὸς Βοιωτούς.

στρατεία Ἀθηναίων πρὸς τοὺς ἐν τῇ Λέσβῳ φυγάδας.

ἔκπτωσις Δηλίων ὑπὸ Ἀθηναίων.

ἅλωσις Τορώνης καὶ κατασκαφὴ ὑπὸ Ἀθηναίων.

ὡς Ἀθηναίων καὶ Λακεδαιμονίων ἰδίᾳ συνθεμένων συμμαχίαν ἀπηλλοτριώθησαν αἱ λοιπαὶ πόλεις ἀπʼ αὐτῶν.

ὡς Δήλιοι κατήχθησαν ὑπὸ Ἀθηναίων εἰς τὴν πατρίδα.

ὡς Λακεδαιμόνιοι πρὸς Μαντινεῖς καὶ Ἀργείους ἐπολέμησαν.

βυζαντίων καὶ Καλχηδονίων στρατεία εἰς τὴν Βιθυνίαν.

περὶ τῶν αἰτιῶν διʼ ἃς ἐπὶ Συρακούσας ἐστράτευσαν Ἀθηναῖοι.

δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις.

ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι.