Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ γὰρ Δουκέτιος τὴν Παλικὴν κτίσας καὶ περιλαβὼν αὐτὴν ἀξιολόγῳ τείχει, κατεκληρούχησε τὴν ὅμορον χώραν. συνέβη δὲ τὴν πόλιν ταύτην διὰ τὴν τῆς χώρας ἀρετὴν καὶ διὰ τὸ πλῆθος τῶν οἰκητόρων ταχεῖαν λαβεῖν αὔξησιν.

οὐ πολὺν δὲ χρόνον εὐδαιμονήσασα κατεσκάφη, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς χρόνων· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις.

καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν μετὰ τὴν κατασκαφὴν τῆς Συβάρεως ὑπὸ τῶν Κροτωνιατῶν ὕστερον ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλὸς συναγαγὼν τοὺς ὑπολοίπους τῶν Συβαριτῶν ἐξ ἀρχῆς ᾤκισε τὴν Σύβαριν, κειμένην ἀνὰ μέσον ποταμῶν δυοῖν, τοῦ τε Συβάριος καὶ Κράθιος.

ἀγαθὴν δʼ ἔχοντες χώραν ταχὺ ταῖς οὐσίαις προσανέβησαν. κατασχόντες δὲ τὴν πόλιν ἔτη ὀλίγα πάλιν ἐξέπεσον ἐκ τῆς Συβάρεως· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψαι πειρασόμεθα κατὰ τὴν ἐχομένην βίβλον.[*](deest annus ol. 82, 1: 452 a. chr.)