Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

δοκεῖ δʼ ἡ πρᾶξις αὕτη μηδεμιᾶς ἀπολείπεσθαι τῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις γεγενημένων παρατάξεων τοῖς Ἀθηναίοις· ἥ τε γὰρ ἐν Μαραθῶνι γενομένη νίκη καὶ τὸ περὶ Πλαταιὰς κατὰ Περσῶν προτέρημα καὶ τἄλλα τὰ περιβόητα τῶν Ἀθηναίων ἔργα δοκεῖ μηδὲν προέχειν τῆς μάχης ἧς ἐνίκησε Μυρωνίδης τοὺς Βοιωτούς.

ἐκείνων γὰρ αἱ μὲν ἐγένοντο πρὸς βαρβάρους, αἱ δὲ συνετελέσθησαν μετʼ ἄλλων συμμάχων, ταύτην δὲ τὴν παράταξιν Ἀθηναῖοι μόνοι διακινδυνεύσαντες ἐνίκησαν καὶ πρὸς Ἑλλήνων τοὺς ἀρίστου διηγωνίσαντο.

δοκοῦσι γὰρ οἱ Βοιωτοὶ κατὰ τὰς τῶν δεινῶν ὑπομονὰς καὶ τοὺς πολεμικοὺς ἀγῶνας μηδενὸς λείπεσθαι τῶν ἄλλων· ὕστερον γοῦν αὐτοὶ Θηβαῖοι περὶ Λεῦκτρα καὶ Μαντίνειαν μόνοι πρὸς Λακεδαιμονίους ἅπαντας καὶ τοὺς συμμάχους παραταξάμενοι μεγίστην μὲν δόξαν ἐπʼ ἀνδρείᾳ κατεκτήσαντο, τῆς δʼ Ἑλλάδος ἁπάσης ἡγεμόνες ἀνελπίστως ἐγενήθησαν.

τῶν δὲ συγγραφέων, καίπερ τῆς μάχης ταύτης ἐπιφανοῦς γεγενημένης, οὐδεὶς οὔτε τὸν τρόπον αὐτῆς οὔτε τὴν διάταξιν ἀνέγραψε. Μυρωνίδης μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Βοιωτοὺς ἐνάμιλλος ἐγενήθη τοῖς πρὸ αὐτοῦ γενομένοις ἡγεμόσιν ἐπιφανεστάτοις, Θεμιστοκλεῖ καὶ Μιλτιάδῃ καὶ Κίμωνι.

ὁ δὲ Μυρωνίδης μετὰ τὴν γενομένην νίκην Τάναγραν μὲν ἐκπολιορκήσας, περιεῖλεν αὐτῆς τὰ τείχη, τὴν δὲ Βοιωτίαν ἅπασαν ἐπιὼν ἔτεμνε καὶ κατέφθειρε καὶ τοῖς στρατιώταις διελὼν τὰ λάφυρα πάντας ὠφελείαις ἁδραῖς ἐκόσμησεν.