Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντες προῆγον πεζῇ διὰ Συρίας καὶ Φοινίκης· συμπαραπλέοντος δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰς Μέμφιν τῆς Αἰγύπτου.

καὶ τὸ μὲν πρῶτον τὴν πολιορκίαν τοῦ Λευκοῦ τείχους ἔλυσαν, καταπληξάμενοι τοὺς Αἰγυπτίους καὶ τοὺς Ἀθηναίους· μετὰ δὲ ταῦτα ἐμφρόνως βουλευσάμενοι κατὰ στόμα μὲν παρατάττεσθαι διέκλινον, στρατηγήμασι δὲ ἐφιλοτιμοῦντο καταλῦσαι τὸν πόλεμον. διόπερ καὶ τῶν Ἀττικῶν νεῶν ὁρμουσῶν ἐν τῇ Προσωπίτιδι λεγομένῃ νήσῳ, τὸν περιρρέοντα ποταμὸν διώρυξι διαλαβόντες ἤπειρον ἐποίησαν τὴν νῆσον.

τῶν δὲ νεῶν ἄφνω καθιζουσῶν ἐπὶ ξηρὰν τὴν γῆν, οἱ μὲν Αἰγύπτιοι καταπλαγέντες ἐγκατέλιπον τοὺς Ἀθηναίους καὶ πρὸς τοὺς Πέρσας διελύσαντο· οἱ δὲ Ἀθηναῖοι συμμάχων ὄντες ἔρημοι καὶ τὰς ναῦς ὁρῶντες ἀχρήστους γεγενημένας, ταύτας μὲν ἐνέπρησαν, ὅπως μὴ τοῖς πολεμίοις ὑποχείριοι γενηθῶσιν, αὐτοὶ δὲ οὐ καταπλαγέντες τὴν δεινότητα τῆς περιστάσεως παρεκάλουν ἀλλήλους μηδὲν ἀνάξιον πρᾶξαι τῶν προκατειργασμένων ἀγώνων.

διόπερ ταῖς ἀρεταῖς ὑπερβαλλόμενοι τοὺς ἐν Θερμοπύλαις ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας, ἑτοίμως εἶχον διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους. οἱ δὲ στρατηγοὶ τῶν Περσῶν Ἀρτάβαζος καὶ Μεγάβυζος, ὁρῶντες τὴν ὑπερβολὴν τῆς εὐτολμίας τῶν πολεμίων καὶ λογισάμενοι, διότι τούτους οὐ δυνατὸν ἀνελεῖν ἄνευ τοῦ πολλὰς μυριάδας ἀποβαλεῖν τῶν ἰδίων, σπονδὰς ἔθεντο πρὸς τοὺς Ἀθηναίους, καθʼ ἃς ἔδει χωρὶς κινδύνων ἀπελθεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.

οἱ μὲν οὖν Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ διὰ τῆς Λιβύης εἰς Κυρήνην ἀπελθόντες ἐσώθησαν παραδόξως εἰς τὴν πατρίδα.

ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις Ἐφιάλτης ὁ Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆθος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα καταλῦσαι. οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνομήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν.