Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Ἄππιον Κλαύδιον καὶ Τίτον Κοΐντιον Καπιτώλιον. ἐπὶ δὲ τούτων Θρασύβουλος ὁ τῶν Συρακοσίων βασιλεὺς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφοντας ἡμᾶς ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις ἀναδραμόντας ἀπʼ ἀρχῆς ἅπαντα καθαρῶς ἐκθεῖναι.

Γέλων ὁ Δεινομένους ἀρετῇ καὶ στρατηγίᾳ πολὺ τοὺς ἄλλους διενέγκας καὶ Καρχηδονίους καταστρατηγήσας ἐνίκησε παρατάξει μεγάλῃ τοὺς βαρβάρους, καθότι προείρηται· χρησάμενος δὲ ἐπιεικῶς τοῖς καταπολεμηθεῖσι καὶ καθόλου τοῖς πλησιοχώροις πᾶσι προσενεχθεὶς φιλανθρώπως, μεγάλης ἔτυχεν ἀποδοχῆς παρὰ τοῖς Σικελιώταις.

οὗτος μὲν οὖν ὑπὸ πάντων ἀγαπώμενος διὰ τὴν πρᾳότητα, διετέλεσε τὸν βίον εἰρηνικῶς μέχρι τῆς τελευτῆς. τὴν δὲ βασιλείαν διαδεξάμενος Ἱέρων ὁ πρεσβύτατος τῶν ἀδελφῶν οὐχ ὁμοίως ἦρχε τῶν ὑποτεταγμένων·

ἦν γὰρ καὶ φιλάργυρος καὶ βίαιος καὶ καθόλου τῆς ἁπλότητος καὶ καλοκἀγαθίας ἀλλοτριώτατος. διὸ καὶ πλείονές τινες ἀφίστασθαι βουλόμενοι παρακατέσχον τὰς ἰδίας ὁρμὰς διὰ τὴν Γέλωνος δόξαν καὶ τὴν εἰς τοὺς ἅπαντας Σικελιώτας εὔνοιαν.

μετὰ δὲ τὴν Ἱέρωνος τελευτὴν παραλαβὼν τὴν ἀρχὴν Θρασύβουλος ὁ ἀδελφὸς ὑπερέβαλε τῇ κακίᾳ τὸν πρὸ αὐτοῦ βασιλεύσαντα. βίαιος γὰρ ὢν καὶ φονικὸς πολλοὺς μὲν τῶν πολιτῶν ἀνῄρει παρὰ τὸ δίκαιον, οὐκ ὀλίγους δὲ φυγαδεύων ἐπὶ ψευδέσι διαβολαῖς τὰς οὐσίας εἰς τὸ βασιλικὸν ἀνελάμβανε· καθόλου δὲ μισῶν καὶ μισούμενος ὑπὸ τῶν ἀδικουμένων, μισθοφόρων πλῆθος ἐξενολόγησεν, ἀντίταγμα κατασκευάζων ταῖς πολιτικαῖς δυνάμεσιν.

ἀεὶ δὲ μᾶλλον τοῖς πολίταις ἀπεχθόμενος, καὶ πολλοὺς μὲν ὑβρίζων, τοὺς δὲ ἀναιρῶν, ἠνάγκασε τοὺς ἀδικουμένους ἀποστῆναι. διόπερ οἱ Συρακόσιοι προστησάμενοι τοὺς ἡγησομένους ὥρμησαν ἐπὶ τὴν κατάλυσιν τῆς τυραννίδος πανδημεί, καὶ συνταχθέντες ὑπὸ τῶν ἡγεμόνων ἀντείχοντο τῆς ἐλευθερίας.

Θρασύβουλος δὲ ὁρῶν τὴν πόλιν ὅλην ἐπʼ αὐτὸν στρατευομένην, τὸ μὲν πρῶτον ἐπεχείρει λόγῳ καταπαύειν τὴν στάσιν· ὡς δʼ ἑώρα τὴν ὁρμὴν τῶν Συρακοσίων ἀκατάπαυστον οὖσαν, συνήγαγεν ἔκ τε τῆς Κατάνης τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος καὶ τοὺς ἄλλους συμμάχους, ἔτι δὲ καὶ μισθοφόρων πλῆθος, ὥστε τοὺς ἅπαντας γενέσθαι σχεδὸν περὶ τοὺς μυρίους πεντακισχιλίους.

οὗτος μὲν οὖν τῆς πόλεως κατειληφὼς τὴν ὀνομαζομένην Ἀχραδινὴν καὶ τὴν Νῆσον ὀχυρὰν οὖσαν, καὶ ἐκ τούτων ὁρμώμενος, διεπολέμει πρὸς τοὺς ἀφεστῶτας.