Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῆς δὲ νυκτὸς οὔσης ἀσελήνου καὶ σκοτεινῆς συνέβαινε τὴν ἄγνοιαν πολὺ μᾶλλον αὔξεσθαι καὶ μηδένα τἀληθὲς δύνασθαι ἰδεῖν.

διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, ὁ μὲν Κίμων προειρηκὼς τοῖς στρατιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν ὁρμησάντων γένηταί τι παράλογον.

πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν· οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ.