Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Ξέρξης δὲ μετὰ τὸν ἐξετασμὸν τῶν δυνάμεων προῆγε μετὰ παντὸς τοῦ στρατεύματος, καὶ μέχρι μὲν Ἀκάνθου πόλεως τῇ πεζῇ στρατιᾷ πορευομένῳ συμπαρέπλει πᾶς ὁ στόλος, ἐκεῖθεν δὲ κατὰ τὸν διορυχθέντα τόπον διεκομίσθησαν εἰς τὴν ἑτέραν θάλατταν συντόμως καὶ ἀσφαλῶς.
ὡς δʼ ἧκεν ἐπὶ τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους. διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι μυριάδων, ὥστʼ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως.
ὁ δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μακραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων· φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι. μέγισται μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται.
τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν, ὁ μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατασκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου· προσέταξε δʼ αὐτοῖς παραγγέλλειν,ὅτι βασιλεὺς Ξέρξης κελεύει τὰ μὲν ὅπλα πάντας ἀποθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν· καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγείλατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπʼ αὐτῶν κατεχομένης.
οἱ δὲ περὶ τὸν Λεωνίδην ἀκούσαντες τῶν ἀγγέλων ἀπεκρίναντο, ὅτι καὶ συμμαχοῦντες τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται καὶ πολεμεῖν ἀναγκαζόμενοι μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται· περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν, ἀλλὰ διʼ ἀρετὴν κτᾶσθαι χώραν.
ὁ δὲ βασιλεὺς ἀκούσας παρὰ τῶν ἀγγέλων τὰς τῶν Ἑλλήνων ἀποκρίσεις προσεκαλέσατο Δημάρατον Σπαρτιάτην, ἐκ τῆς πατρίδος πεφευγότα πρὸς αὐτόν, καταγελάσας δὲ τῶν ἀποκρίσεων ἐπηρώτησε τὸν Λάκωνα, πότερον οἱ Ἕλληνες ὀξύτερον τῶν ἐμῶν ἵππων φεύξονται ἢ πρὸς τηλικαύτας δυνάμεις παρατάξασθαι τολμήσουσι;
τὸν δὲ Δημάρατον εἰπεῖν φασιν ὡς οὐδʼ αὐτὸς σὺ τὴν ἀνδρείαν τῶν Ἑλλήνων ἀγνοεῖς· τοὺς γὰρ ἀφισταμένους τῶν βαρβάρων Ἑλληνικαῖς δυνάμεσι καταπολεμεῖς· ὥστε μὴ νόμιζε τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς ἄμεινον τῶν Περσῶν ἀγωνιζομένους ὑπὲρ τῆς ἰδίας ἐλευθερίας ἧττον κινδυνεύσειν πρὸς τοὺς Πέρσας. ὁ δὲ Ξέρξης καταγελάσας αὐτοῦ προσέταξεν ἀκολουθεῖν, ὅπως ἴδῃ φεύγοντας τοὺς Λακεδαιμονίους.