Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρικαῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι.

οὗτος δὲ πεντήκοντα μὲν τριήρεις ἐκ Πελοποννήσου λαβών, τριάκοντα δὲ παρʼ Ἀθηναίων μεταπεμψάμενος, ὧν Ἀριστείδης ἡγεῖτο, πρῶτον μὲν εἰς τὴν Κύπρον ἔπλευσε καὶ τῶν πόλεων τὰς ἔτι φρουρὰς ἐχούσας Περσικὰς ἠλευθέρωσε,

μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ τὸν Ἑλλήσποντον Βυζάντιον μὲν ὑπὸ Περσῶν κρατούμενον ἐχειρώσατο, καὶ τῶν ἄλλων βαρβάρων οὓς μὲν ἀνελὼν, οὓς δʼ ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν, πολλοὺς δʼ ἐν αὐτῇ Περσῶν ἀξιολόγους ζωγρήσας ἄνδρας παρέδωκεν εἰς φυλακὴν Γογγύλῳ τῷ Ἐρετριεῖ, τῷ μὲν λόγῳ πρὸς τιμωρίαν τηρήσοντι, τῷ δʼ ἔργῳ διασώσοντι πρὸς Ξέρξην· συνετέθειτο γὰρ διʼ ἀπορρήτων φιλίαν πρὸς τὸν βασιλέα, καὶ τὴν θυγατέρα τοῦ Ξέρξου γαμεῖν ἔμελλεν, ἵνα προδῷ τοὺς Ἕλληνας.