Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Θεμιστοκλῆς λαβὼν τὴν ἐξουσίαν τοῦ πράττειν, καὶ πᾶσαν ὑπουργίαν ἔχων ἑτοίμην τοῖς ἐγχειρουμένοις, πάλιν ἐπενόησε καταστρατηγῆσαι τοὺς Λακεδαιμονίους· ᾔδει γὰρ ἀκριβῶς ὅτι καθάπερ ἐπὶ τοῦ τῆς πόλεως τειχισμοῦ διεκώλυσαν οἱ Λακεδαιμόνιοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς κατασκευῆς τοῦ λιμένος ἐγχειρήσουσι διακόπτειν τῶν Ἀθηναίων τὰς ἐπιβολάς.

ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρατείαν. διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευασθῆναι τὸν λιμένα.

ἔπεισε δὲ τὸν δῆμον καθʼ ἕκαστον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς· ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνάμεων κατασκευὰς ὑπάρχειν ἔκρινεν. οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο.

Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρικαῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι.

οὗτος δὲ πεντήκοντα μὲν τριήρεις ἐκ Πελοποννήσου λαβών, τριάκοντα δὲ παρʼ Ἀθηναίων μεταπεμψάμενος, ὧν Ἀριστείδης ἡγεῖτο, πρῶτον μὲν εἰς τὴν Κύπρον ἔπλευσε καὶ τῶν πόλεων τὰς ἔτι φρουρὰς ἐχούσας Περσικὰς ἠλευθέρωσε,

μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ τὸν Ἑλλήσποντον Βυζάντιον μὲν ὑπὸ Περσῶν κρατούμενον ἐχειρώσατο, καὶ τῶν ἄλλων βαρβάρων οὓς μὲν ἀνελὼν, οὓς δʼ ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν, πολλοὺς δʼ ἐν αὐτῇ Περσῶν ἀξιολόγους ζωγρήσας ἄνδρας παρέδωκεν εἰς φυλακὴν Γογγύλῳ τῷ Ἐρετριεῖ, τῷ μὲν λόγῳ πρὸς τιμωρίαν τηρήσοντι, τῷ δʼ ἔργῳ διασώσοντι πρὸς Ξέρξην· συνετέθειτο γὰρ διʼ ἀπορρήτων φιλίαν πρὸς τὸν βασιλέα, καὶ τὴν θυγατέρα τοῦ Ξέρξου γαμεῖν ἔμελλεν, ἵνα προδῷ τοὺς Ἕλληνας.

ἦν δʼ ὁ ταῦτα πραττόμενος Ἀρτάβαζος στρατηγός, καὶ χρημάτων πλῆθος ἐχορήγει λάθρᾳ τῷ Παυσανίᾳ πρὸς τὸ διὰ τούτων φθείρειν τοὺς εὐθέτους τῶν Ἑλλήνων. ἐγένετο δὲ καταφανὴς καὶ τιμωρίας ἔτυχε τοιῷδέ τινι τρόπῳ.

ζηλώσαντος γὰρ αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραννικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλλήνων ἐπί τινος ἡγεμονίας.

διόπερ τῶν κατὰ τὴν στρατιὰν καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις ἀλλήλοις ὁμιλούντων καὶ τοῦ Παυσανίου τῆς βαρύτητος καταλαλούντων, Πελοποννήσιοί τινες μὲν καταλιπόντες αὐτὸν εἰς Πελοπόννησον ἀπέπλευσαν, καὶ πρέσβεις ἀποστείλαντες κατηγόρουν τοῦ Παυσανίου, Ἀριστείδης δὲ ὁ Ἀθηναῖος τῷ καιρῷ χρώμενος ἐμφρόνως ἐν ταῖς κοινολογίαις ἀνελάμβανε τὰς πόλεις καὶ διὰ τῆς ὁμιλίας προσαγόμενος ἰδίας ἐποίησε τοῖς Ἀθηναίοις. ἔτι δὲ μᾶλλον συνήργησε καὶ τὸ αὐτόματον τοῖς Ἀθηναίοις διὰ ταύτας τὰς αἰτίας.