Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Μαρδόνιος δὲ συναναγκαζόμενος βαθεῖαν ποιῆσαι τὴν φάλαγγα, διέταξε τὴν δύναμιν ὅπως ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, καὶ μετὰ βοῆς ἀπήντησε τοῖς Ἕλλησιν. ἔχων δὲ περὶ αὐτὸν τοὺς ἀρίστους πρῶτος ἐνέβαλεν εἰς τοὺς ἀντιτεταγμένους Λακεδαιμονίους, καὶ γενναίως ἀγωνισάμενος πολλοὺς ἀνεῖλε τῶν Ἑλλήνων· ἀντιταχθέντων δὲ τῶν Λακεδαιμονίων εὐρώστως, καὶ πάντα κίνδυνον ὑπομενόντων προθύμως, πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.

ἕως μὲν οὖν συνέβαινε τὸν Μαρδόνιον μετὰ τῶν ἐπιλέκτων προκινδυνεύειν, εὐψύχως ὑπέμενον τὸ δεινὸν οἱ βάρβαροι· ἐπεὶ δʼ ὅ τε Μαρδόνιος ἀγωνιζόμενος ἐκθύμως ἔπεσε καὶ τῶν ἐπιλέκτων οἱ μὲν ἀπέθανον, οἱ δὲ κατετρώθησαν, ἀνατραπέντες ταῖς ψυχαῖς πρὸς φυγὴν ὥρμησαν.

ἐπικειμένων δὲ τῶν Ἑλλήνων, οἱ μὲν πλείους τῶν βαρβάρων εἰς τὸ ξύλινον τεῖχος συνέφυγον, τῶν δʼ ἄλλων οἱ μὲν μετὰ Μαρδονίου ταχθέντες Ἕλληνες εἰς τὰς Θήβας ἀνεχώρησαν, τοὺς δὲ λοιποὺς ὄντας πλείους τῶν τετρακισμυρίων ἀναλαβὼν Ἀρτάβαζος, ἀνὴρ παρὰ Πέρσαις ἐπαινούμενος, εἰς θάτερον μέρος ἔφυγε, καὶ σύντονον τὴν ἀναχώρησιν ποιησάμενος προῆγεν ἐπὶ τῆς Φωκίδος.

τοῦτον δὲ τὸν τρόπον ἐν τῇ φυγῇ τῶν βαρβάρων σχισθέντων, ὁμοίως καὶ τὸ τῶν Ἑλλήνων πλῆθος διεμερίσθη· Ἀθηναῖοι μὲν γὰρ καὶ Πλαταιεῖς καὶ Θεσπιεῖς τοὺς ἐπὶ Θηβῶν ὁρμήσαντας ἐδίωξαν, Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλιάσιοι καί τινες ἕτεροι τοῖς μετὰ Ἀρταβάζου φεύγουσιν ἐπηκολούθησαν, Λακεδαιμόνιοι δὲ μετὰ τῶν λοιπῶν τοὺς εἰς τὸ ξύλινον τεῖχος καταφυγόντας διώξαντες ἐπόρθησαν προθύμως.

οἱ δὲ Θηβαῖοι δεξάμενοι τοὺς φεύγοντας καὶ προσαναλαβόντες ἐπέθεντο τοῖς διώκουσιν Ἀθηναίοις· γενομένης δὲ πρὸ τῶν τειχῶν καρτερᾶς μάχης, καὶ τῶν Θηβαίων λαμπρῶς ἀγωνισαμένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρʼ ἀμφοτέροις, τὸ δὲ τελευταῖον βιασθέντες ὑπὸ τῶν Ἀθηναίων, συνέφυγον πάλιν εἰς τὰς Θήβας.

μετὰ δὲ ταῦτα οἱ μὲν Ἀθηναῖοι πρὸς τοὺς Λακεδαιμονίους ἀποχωρήσαντες, μετὰ τούτων ἐτειχομάχουν πρὸς τοὺς καταφυγόντας εἰς τὴν παρεμβολὴν τῶν Περσῶν· μεγάλου δὲ ἀγῶνος ἐξ ἀμφοτέρων γενομένου, καὶ τῶν μὲν βαρβάρων ἐκ τόπων ὠχυρωμένων καλῶς ἀγωνισαμένων, τῶν δʼ Ἑλλήνων βίαν προσαγόντων τοῖς ξυλίνοις τείχεσι, πολλοὶ μὲν παραβόλως ἀγωνιζόμενοι κατετιτρώσκοντο, οὐκ ὀλίγοι δὲ καὶ τῷ πλήθει τῶν βελῶν διαφθειρόμενοι τὸν θάνατον εὐψύχως ὑπέμενον.

οὐ μήν γε τὴν ὁρμὴν καὶ βίαν τῶν Ἑλλήνων ἔστεγεν οὔτε τὸ κατεσκευασμένον τεῖχος οὔτε τὸ πλῆθος τῶν βαρβάρων, ἀλλʼ ἅπαν τὸ ἀντιτεταγμένον ὑπείκειν ἠναγκάζετο· ἡμιλλῶντο γὰρ πρὸς ἀλλήλους οἱ τῆς Ἑλλάδος ἡγούμενοι Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι, μεμετεωρισμένοι μὲν ταῖς προγεγενημέναις νίκαις, πεποιθότες δὲ ταῖς ἑαυτῶν ἀρεταῖς.