Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ Φοινισσῶν καὶ Κυπρίων νεῶν ὑπὸ τῶν Ἀθηναίων χειρουμένων, αἱ τῶν Κιλίκων καὶ Παμφύλων, ἔτι δὲ καὶ Λυκίων νῆες, ἐχόμεναι τούτων οὖσαι, τὸ μὲν πρῶτον εὐρώστως ἀντείχοντο, ὡς δʼ εἶδον τὰς κρατίστας ναῦς πρὸς φυγὴν ὡρμημένας, καὶ αὐταὶ τὸν κίνδυνον ἐξέλιπον.

ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρτερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ κίνδυνος· ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταδιώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον.

οἱ μὲν οὖν Ἕλληνες τοῦτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυμαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν· κατὰ δὲ τὸν κίνδυνον διεφθάρησαν νῆες τῶν μὲν Ἑλλήνων τετταράκοντα, τῶν δὲ Περσῶν ὑπὲρ τὰς διακοσίας χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν.

ὁ δὲ βασιλεὺς παρʼ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν. οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν.

Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε. φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυνάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ. τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύσαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν.

διόπερ ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανότητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπανόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλλάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τετταράκοντα μυριάδων. Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρατηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν.