Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διόπερ ὁ βασιλεὺς διὰ τὴν πιθανότητα τῶν προσαγγελθέντων πιστεύσας, ἔσπευδε κωλῦσαι τὰς ναυτικὰς δυνάμεις τῶν Ἑλλήνων τοῖς πεζοῖς στρατοπέδοις πλησιάζειν. εὐθὺς οὖν τὸ τῶν Αἰγυπτίων ναυτικὸν ἐξέπεμψε, προστάξας ἐμφράττειν τὸν μεταξὺ πόρον τῆς τε Σαλαμῖνος καὶ τῆς Μεγαρίδος χώρας. τὸ δὲ ἄλλο πλῆθος τῶν νεῶν ἐξέπεμψεν ἐπὶ τὴν Σαλαμῖνα, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ναυμαχίᾳ κρίνειν τὸν ἀγῶνα. ἦσαν δὲ αἱ τριήρεις διατεταγμέναι κατὰ ἔθνος ἑξῆς, ἵνα διὰ τὴν ὁμοφωνίαν καὶ γνῶσιν προθύμως ἀλλήλοις βοηθῶσιν.

οὕτω δὲ ταχθέντος τοῦ ναυτικοῦ στόλου, τὸ μὲν δεξιὸν κέρας ἐπεῖχον Φοίνικες, τὸ δʼ εὐώνυμον οἱ μετὰ τῶν Περσῶν ὄντες Ἕλληνες. οἱ δὲ τῶν Ἰώνων ἡγεμόνες ἀπέστειλαν ἄνδρα Σάμιον πρὸς τοὺς Ἕλληνας τὸν διασαφήσοντα περὶ τῶν δεδογμένων τῷ βασιλεῖ καὶ περὶ τῆς ὅλης ἐκτάξεως, καὶ διότι κατὰ τὴν μάχην ἀποστήσονται τῶν βαρβάρων.

τοῦ δὲ Σαμίου λάθρᾳ διανηξαμένου καὶ περὶ τούτου διασαφήσαντος τοῖς περὶ τὸν Εὐρυβιάδην, ὁ μὲν Θεμιστοκλῆς, κατὰ νοῦν αὐτῷ προκεχωρηκότος τοῦ στρατηγήματος, περιχαρὴς ἦν καὶ τὰ πλήθη παρεκάλεσεν εἰς τὸν κίνδυνον, οἱ δʼ Ἕλληνες ἐπὶ τῇ τῶν Ἰώνων ἐπαγγελίᾳ θαρρήσαντες, καὶ τῆς περιστάσεως βιαζομένης αὐτοὺς παρὰ τὴν ἰδίαν προαίρεσιν ναυμαχεῖν, ἀπὸ τῆς Σαλαμῖνος προθύμως συγκατέβαινον εἰς τὴν ναυμαχίαν.

τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι· μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν·

Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν· οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν· τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος. οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον·

ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δʼ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην.

οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· ὡς δʼ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον.