Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.

ἅμα δὲ τούτοις πραττομένοις Ξέρξης ἀπὸ τῶν Θερμοπυλῶν ἀναζεύξας προῆγε διὰ τῆς Φωκέων χώρας, πορθῶν μὲν τὰς πόλεις, καταφθείρων δὲ τὰς ἐπὶ τῆς χώρας κτήσεις. οἱ δὲ Φωκεῖς τὰ τῶν Ἑλλήνων ᾑρημένοι, καὶ θεωροῦντες αὐτοὺς οὐκ ἀξιομάχους ὄντας, τὰς μὲν πόλεις ἁπάσας ἐξέλιπον πανδημεί, πρὸς δὲ τὰς δυσχωρίας τὰς ἐν τῷ Παρνασσῷ κατέφυγον.

μετὰ δὲ ταῦτα ὁ βασιλεὺς τὴν μὲν τῶν Δωριέων χώραν διεξιὼν οὐδὲν ἠδίκει· συνεμάχουν γὰρ Πέρσαις· αὐτοῦ δὲ μέρος μὲν τῆς δυνάμεως ἀπέλιπε, καὶ προσέταξεν εἰς Δελφοὺς ἰέναι καὶ τὸ μὲν τέμενος τοῦ Ἀπόλλωνος ἐμπρῆσαι, τὰ δὲ ἀναθήματα συλῆσαι, αὐτὸς δὲ μετὰ τῶν ἄλλων βαρβάρων προελθὼν εἰς τὴν Βοιωτίαν κατεστρατοπέδευσεν.

οἱ δʼ ἐπὶ τὴν σύλησιν τοῦ μαντείου πεμφθέντες προῆλθον μὲν μέχρι τοῦ ναοῦ τῆς Προναίας Ἀθηνᾶς, ἐνταῦθα δὲ παραδόξως ὄμβρων μεγάλων καὶ κεραυνῶν πολλῶν ἐκ τοῦ περιέχοντος πεσόντων, πρὸς δὲ τούτοις τῶν χειμώνων πέτρας μεγάλας ἀπορρηξάντων εἰς τὸ στρατόπεδον τῶν βαρβάρων, συνέβη διαφθαρῆναι συχνοὺς τῶν Περσῶν, πάντας δὲ καταπλαγέντας τὴν τῶν θεῶν ἐνέργειαν φυγεῖν ἐκ τῶν τόπων.

τὸ μὲν οὖν ἐν Δελφοῖς μαντεῖον δαιμονίᾳ τινὶ προνοίᾳ τὴν σύλησιν διέφυγεν· οἱ δὲ Δελφοὶ τῆς τῶν θεῶν ἐπιφανείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν τοῖς μεταγενεστέροις βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Προναίας Ἀθηνᾶς ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐνέγραψαν,

  1. μνᾶμά τʼ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας
  2. Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι
  3. σὺν Φοίβῳ, πτολίπορθον ἀπωσαμένοις στίχα Μήδων
  4. καὶ χαλκοστέφανον ῥυσαμένοις τέμενος.

Ξέρξης δὲ διὰ τῆς Βοιωτίας διεξιὼν τὴν μὲν τῶν Θεσπιέων χώραν κατέφθειρε, τὰς δὲ Πλαταιὰς ἐρήμους οὔσας ἐνέπρησεν· οἱ γὰρ ἐν ταῖς πόλεσι ταύταις κατοικοῦντες ἐπεφεύγεσαν εἰς Πελοπόννησον πανδημεί. μετὰ δὲ ταῦτα εἰς τὴν Ἀττικὴν ἐμβαλόντες τὴν μὲν χώραν ἐδῄωσαν, τὰς δὲ Ἀθήνας κατέσκαψαν καὶ τοὺς τῶν θεῶν ναοὺς ἐνέπρησαν. τοῦ δὲ βασιλέως περὶ ταῦτα διατρίβοντος, κατέπλευσεν ὁ στόλος ἐκ τῆς Εὐβοίας εἰς τὴν Ἀττικήν, πεπορθηκὼς τήν τε Εὔβοιαν καὶ τὴν παράλιον τῆς Ἀττικῆς.

κατὰ δὲ τοῦτον τὸν καιρὸν Κερκυραῖοι μὲν πληρώσαντες ἑξήκοντα τριήρεις διέτριβον περὶ τὴν Πελοπόννησον, ὡς μὲν αὐτοί φασιν, οὐ δυνάμενοι κάμψαι τὸ περὶ τὸν Μαλέαν ἀκρωτήριον, ὡς δέ τινες τῶν συγγραφέων ἱστοροῦσι, καραδοκοῦντες τὰς τοῦ πολέμου ῥοπάς, ὅπως Περσῶν μὲν κρατησάντων ἐκείνοις δῶσιν ὕδωρ καὶ γῆν, τῶν δʼ Ἑλλήνων νικώντων δόξωσιν αὐτοῖς βεβοηθηκέναι.