Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ τὴν ναυμαχίαν χειμὼν ἐπιγενόμενος μέγας πολλὰς ἐκτὸς τοῦ λιμένος ὁρμούσας τῶν νεῶν διέφθειρεν, ὥστε δοκεῖν τὸ θεῖον ἀντιλαμβάνεσθαι τῶν Ἑλλήνων, ἵνα τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν ταπεινωθέντος ἀντίπαλος ἡ τῶν Ἑλλήνων δύναμις γένηται καὶ πρὸς τὰς ναυμαχίας ἀξιόχρεως διόπερ οἱ μὲν Ἕλληνες ἀεὶ μᾶλλον ἐθάρρουν, οἱ δὲ βάρβαροι ἀεὶ πρὸς τοὺς κινδύνους ἐγίνοντο δειλότεροι. οὐ μὴν ἀλλʼ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς ναυαγίας ἁπάσαις ταῖς ναυσὶν ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους.

οἱ δʼ Ἕλληνες, προσγενομένων αὐτοῖς τριήρων πεντήκοντα Ἀττικῶν, ἀντιπαρετάχθησαν τοῖς βαρβάροις. ἦν δʼ αὐτῶν ἡ ναυμαχία παραπλήσιος ταῖς περὶ τὰς Θερμοπύλας μάχαις· οἱ μὲν γὰρ Πέρσαι διεγνώκεσαν βιάσασθαι τοὺς Ἕλληνας καὶ τὸν Εὔριπον διεκπλεῦσαι, οἱ δʼ Ἕλληνες ἐμφράξαντες τὰ στενὰ προεμάχοντο τῶν ἐντὸς τῆς Εὐβοίας συμμαχούντων. γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς πολλαὶ νῆες παρʼ ἀμφοτέρων διεφθάρησαν, καὶ νυκτὸς ἐπιγενομένης ἠναγκάσθησαν ἀνακάμπτειν ἐπὶ τοὺς οἰκείους λιμένας. ἀριστεῦσαι δὲ ἐν ἀμφοτέραις ταῖς ναυμαχίαις φασὶ παρὰ μὲν τοῖς Ἕλλησιν Ἀθηναίους, παρὰ δὲ τοῖς βαρβάροις Σιδωνίους.

μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν· διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐνταῦθα.

οἱ δʼ Ἀθηναῖοι θεωροῦντες πανδημεὶ κινδυνεύοντας τοὺς ἐν ταῖς Ἀθήναις, τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων χρησίμων ὅσα δυνατὸν ἦν εἰς τὰς ναῦς ἐνθέντες διεκόμισαν εἰς Σαλαμῖνα.

ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.