Epistles

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

δουλεία γὰρ καὶ ἐλευθερία ὑπερβάλλουσα μὲν ἑκατέρα πάγκακον, ἔμμετρος δὲ οὖσα πανάγαθον· μετρία δὲ ἡ θεῷ δουλεία, ἄμετρος δὲ ἡ τοῖς ἀνθρώποις· θεὸς δὲ ἀνθρώποις σώφροσιν νόμος, ἄφροσιν δὲ ἡδονή. τούτων δὴ ταύτῃ πεφυκότων, ἃ συμβουλεύω Συρακοσίοις πᾶσιν φράζειν παρακελεύομαι τοῖς Δίωνος φίλοις ἐκείνου καὶ ἐμὴν κοινὴν συμβουλήν· ἐγὼ δὲ ἑρμηνεύσω ἃν ἐκεῖνος ἔμπνους ὢν καὶ δυνάμενος εἶπεν νῦν πρὸς ὑμᾶς. τίνʼ οὖν δή, τις ἂν εἴποι, λόγον ἀποφαίνεται ἡμῖν περὶ τῶν νῦν παρόντων ἡ Δίωνος συμβουλή; τόνδε. δέξασθε, ὦ Συρακόσιοι, πάντων πρῶτον νόμους οἵτινες ἂν ὑμῖν φαίνωνται μὴ πρὸς χρηματισμὸν καὶ πλοῦτον τρέψοντες τὰς γνώμας ὑμῶν μετʼ ἐπιθυμίας, ἀλλʼ ὄντων τριῶν, ψυχῆς καὶ σώματος ἔτι δὲ χρημάτων, τὴν τῆς ψυχῆς ἀρετὴν ἐντιμοτάτην ποιοῦντες, δευτέραν δὲ τὴν τοῦ σώματος, ὑπὸ τῇ τῆς ψυχῆς κειμένην, τρίτην δὲ καὶ ὑστάτην τὴν τῶν χρημάτων τιμήν, δουλεύουσαν τῷ σώματί τε καὶ ψυχῇ. καὶ ὁ μὲν ταῦτα ἀπεργαζόμενος θεσμὸς νόμος ἂν ὀρθῶς ὑμῖν εἴη κείμενος, ὄντως εὐδαίμονας ἀποτελῶν τοὺς χρωμένους· ὁ δὲ τοὺς πλουσίους εὐδαίμονας ὀνομάζων λόγος αὐτός τε ἄθλιος, γυναικῶν καὶ παίδων ὢν λόγος ἄνους, τοὺς πειθομένους τε ἀπεργάζεται τοιούτους. ὅτι δʼ ἀληθῆ ταῦτʼ ἐγὼ παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων, ἔργῳ γνώσεσθε· ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι τῶν πάντων πέρι. δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, τὸ μέγιστον, ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῇ οὐδαμῶς. νῦν οὖν τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν·

ἐπὶ δὲ τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός—ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε—δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. τρεῖς δʼ ὄντας βασιλέας, εἴτʼ οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε, ὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δʼ ἔτι καὶ νῦν ἀκούετε. ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόντων κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους ποιησάμενοι τῶν διαλλαγῶν—εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν εἴτε ἀμφότερα—καὶ ὁπόσους ἂν συγχωρήσωσιν· τούτους δʼ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύτην, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις, πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς. δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς τε πέντε καὶ τριάκοντα ὑπάρχειν· πρὸς τούτοις τε ἐκλεκτοὺς γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων, ἕνα ἀφʼ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντʼ εἶναι καὶ δικαιότατον· τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν·