Epistles

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

πρὸς γὰρ τούτοις ταῦτα οὐχ ἧττον ἐπιχειρεῖ τὸ ποῖόν τι περὶ ἕκαστον δηλοῦν ἢ τὸ ὂν ἑκάστου διὰ τὸ τῶν λόγων ἀσθενές· ὧν ἕνεκα νοῦν ἔχων οὐδεὶς τολμήσει ποτὲ εἰς αὐτὸ τιθέναι τὰ νενοημένα ὑπʼ αὐτοῦ, καὶ ταῦτα εἰς ἀμετακίνητον, ὃ δὴ πάσχει τὰ γεγραμμένα τύποις. τοῦτο δὲ πάλιν αὖ τὸ νῦν λεγόμενον δεῖ μαθεῖν. κύκλος ἕκαστος τῶν ἐν ταῖς πράξεσι γραφομένων ἢ καὶ τορνευθέντων μεστὸς τοῦ ἐναντίου ἐστὶν τῷ πέμπτῳ—τοῦ γὰρ εὐθέος ἐφάπτεται πάντῃ—αὐτὸς δέ, φαμέν, ὁ κύκλος οὔτε τι σμικρότερον οὔτε μεῖζον τῆς ἐναντίας ἔχει ἐν αὑτῷ φύσεως. ὄνομά τε αὐτῶν φαμεν οὐδὲν οὐδενὶ βέβαιον εἶναι, κωλύειν δʼ οὐδὲν τὰ νῦν στρογγύλα καλούμενα εὐθέα κεκλῆσθαι τά τε εὐθέα δὴ στρογγύλα, καὶ οὐδὲν ἧττον βεβαίως ἕξειν τοῖς μεταθεμένοις καὶ ἐναντίως καλοῦσιν. καὶ μὴν περὶ λόγου γε ὁ αὐτὸς λόγος, εἴπερ ἐξ ὀνομάτων καὶ ῥημάτων σύγκειται, μηδὲν ἱκανῶς βεβαίως εἶναι βέβαιον· μυρίος δὲ λόγος αὖ περὶ ἑκάστου τῶν τεττάρων ὡς ἀσαφές, τὸ δὲ μέγιστον, ὅπερ εἴπομεν ὀλίγον ἔμπροσθεν, ὅτι δυοῖν ὄντοιν, τοῦ τε ὄντος καὶ τοῦ ποιοῦ τινος, οὐ τὸ ποιόν τι, τὸ δὲ τί, ζητούσης εἰδέναι τῆς ψυχῆς, τὸ μὴ ζητούμενον ἕκαστον τῶν τεττάρων προτεῖνον τῇ ψυχῇ λόγῳ τε καὶ κατʼ ἔργα, αἰσθήσεσιν εὐέλεγκτον τό τε λεγόμενον καὶ δεικνύμενον ἀεὶ παρεχόμενον ἕκαστον, ἀπορίας τε καὶ ἀσαφείας ἐμπίμπλησι πάσης ὡς ἔπος εἰπεῖν πάντʼ ἄνδρα. ἐν οἷσι μὲν οὖν μηδʼ εἰθισμένοι τὸ ἀληθὲς ζητεῖν ἐσμεν ὑπὸ πονηρᾶς τροφῆς, ἐξαρκεῖ δὲ τὸ προταθὲν τῶν εἰδώλων, οὐ καταγέλαστοι γιγνόμεθα ὑπʼ ἀλλήλων, οἱ ἐρωτώμενοι ὑπὸ τῶν ἐρωτώντων, δυναμένων δὲ τὰ τέτταρα διαρρίπτειν τε καὶ ἐλέγχειν· ἐν οἷς δʼ ἂν τὸ πέμπτον ἀποκρίνασθαι καὶ δηλοῦν ἀναγκάζωμεν, ὁ βουλόμενος τῶν δυναμένων ἀνατρέπειν κρατεῖ. καὶ ποιεῖ τὸν ἐξηγούμενον ἐν λόγοις ἢ γράμμασιν ἢ ἀποκρίσεσιν τοῖς πολλοῖς τῶν ἀκουόντων δοκεῖν μηδὲν γιγνώσκειν ὧν ἂν ἐπιχειρῇ γράφειν ἢ λέγειν, ἀγνοούντων ἐνίοτε ὡς οὐχ ἡ ψυχὴ τοῦ γράψαντος ἢ λέξαντος ἐλέγχεται, ἀλλʼ ἡ τῶν τεττάρων φύσις ἑκάστου, πεφυκυῖα φαύλως. ἡ δὲ διὰ πάντων αὐτῶν διαγωγή, ἄνω καὶ κάτω μεταβαίνουσα ἐφʼ ἕκαστον, μόγις ἐπιστήμην ἐνέτεκεν εὖ πεφυκότος εὖ πεφυκότι·

κακῶς δὲ ἂν φυῇ, ὡς ἡ τῶν πολλῶν ἕξις τῆς ψυχῆς εἴς τε τὸ μαθεῖν εἴς τε τὰ λεγόμενα ἤθη πέφυκεν, τὰ δὲ διέφθαρται, οὐδʼ ἂν ὁ Λυγκεὺς ἰδεῖν ποιήσειεν τοὺς τοιούτους. ἑνὶ δὲ λόγῳ, τὸν μὴ συγγενῆ τοῦ πράγματος οὔτʼ ἂν εὐμάθεια ποιήσειέν ποτε οὔτε μνήμη— τὴν ἀρχὴν γὰρ ἐν ἀλλοτρίαις ἕξεσιν οὐκ ἐγγίγνεται—ὥστε ὁπόσοι τῶν δικαίων τε καὶ τῶν ἄλλων ὅσα καλὰ μὴ προσφυεῖς εἰσιν καὶ συγγενεῖς, ἄλλοι δὲ ἄλλων εὐμαθεῖς ἅμα καὶ μνήμονες, οὐδʼ ὅσοι συγγενεῖς, δυσμαθεῖς δὲ καὶ ἀμνήμονες, οὐδένες τούτων μήποτε μάθωσιν ἀλήθειαν ἀρετῆς εἰς τὸ δυνατὸν οὐδὲ κακίας. ἅμα γὰρ αὐτὰ ἀνάγκη μανθάνειν καὶ τὸ ψεῦδος ἅμα καὶ ἀληθὲς τῆς ὅλης οὐσίας, μετὰ τριβῆς πάσης καὶ χρόνου πολλοῦ, ὅπερ ἐν ἀρχαῖς εἶπον· μόγις δὲ τριβόμενα πρὸς ἄλληλα αὐτῶν ἕκαστα, ὀνόματα καὶ λόγοι ὄψεις τε καὶ αἰσθήσεις, ἐν εὐμενέσιν ἐλέγχοις ἐλεγχόμενα καὶ ἄνευ φθόνων ἐρωτήσεσιν καὶ ἀποκρίσεσιν χρωμένων, ἐξέλαμψε φρόνησις περὶ ἕκαστον καὶ νοῦς, συντείνων ὅτι μάλιστʼ εἰς δύναμιν ἀνθρωπίνην. διὸ δὴ πᾶς ἀνὴρ σπουδαῖος τῶν ὄντων σπουδαίων πέρι πολλοῦ δεῖ μὴ γράψας ποτὲ ἐν ἀνθρώποις εἰς φθόνον καὶ ἀπορίαν καταβαλεῖ. ἑνὶ δὴ ἐκ τούτων δεῖ γιγνώσκειν λόγῳ, ὅταν ἴδῃ τίς του συγγράμματα γεγραμμένα εἴτε ἐν νόμοις νομοθέτου εἴτε ἐν ἄλλοις τισὶν ἅττʼ οὖν, ὡς οὐκ ἦν τούτῳ ταῦτα σπουδαιότατα, εἴπερ ἔστʼ αὐτὸς σπουδαῖος, κεῖται δέ που ἐν χώρᾳ τῇ καλλίστῃ τῶν τούτου· εἰ δὲ ὄντως αὐτῷ ταῦτʼ ἐσπουδασμένα ἐν γράμμασιν ἐτέθη, ἐξ ἄρα δή τοι ἔπειτα, θεοὶ μὲν οὔ, βροτοὶ δὲ φρένας ὤλεσαν αὐτοί. τούτῳ δὴ τῷ μύθῳ τε καὶ πλάνῳ ὁ συνεπισπόμενος εὖ εἴσεται, εἴτʼ οὖν Διονύσιος ἔγραψέν τι τῶν περὶ φύσεως ἄκρων καὶ πρώτων εἴτε τις ἐλάττων εἴτε μείζων, ὡς οὐδὲν ἀκηκοὼς οὐδὲ μεμαθηκὼς ἦν ὑγιὲς ὧν ἔγραψεν κατὰ τὸν ἐμὸν λόγον· ὁμοίως γὰρ ἂν αὐτὰ ἐσέβετο ἐμοί, καὶ οὐκ ἂν αὐτὰ ἐτόλμησεν εἰς ἀναρμοστίαν καὶ ἀπρέπειαν ἐκβάλλειν. οὔτε γὰρ ὑπομνημάτων χάριν ἔγραψεν—οὐδὲν γὰρ δεινὸν μή τις αὐτὸ ἐπιλάθηται, ἐὰν ἅπαξ τῇ ψυχῇ περιλάβῃ· πάντων γὰρ ἐν βραχυτάτοις κεῖται—

φιλοτιμίας δὲ αἰσχρᾶς, εἴπερ, ἕνεκα, εἴθʼ ὡς αὑτοῦ τιθέμενος εἴθʼ ὡς παιδείας δὴ μέτοχος ὤν, ἧς οὐκ ἄξιος ἦν ἀγαπῶν δόξαν τὴν τῆς μετοχῆς γενομένης. εἰ μὲν οὖν ἐκ τῆς μιᾶς συνουσίας Διονυσίῳ τοῦτο γέγονεν, τάχʼ ἂν εἴη, γέγονεν δʼ οὖν ὅπως, ἴττω Ζεύς, φησὶν ὁ Θηβαῖος· διεξῆλθον μὲν γὰρ ὡς εἶπόν τε ἐγὼ καὶ ἅπαξ μόνον, ὕστερον δὲ οὐ πώποτε ἔτι. ἐννοεῖν δὴ δεῖ τὸ μετὰ τοῦτο, ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότʼ αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν· πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς εὑρὼν ἢ καὶ μαθὼν ἔμπροσθεν παρʼ ἑτέρων, ἢ φαῦλα εἶναι τὰ λεχθέντα, ἢ τὸ τρίτον οὐ καθʼ αὑτόν, μείζονα δέ, καὶ ὄντως οὐκ ἂν δυνατὸς εἶναι φρονήσεώς τε καὶ ἀρετῆς ζῆν ἐπιμελούμενος. εἰ μὲν γὰρ φαῦλα, πολλοῖς μάρτυσι μαχεῖται τὰ ἐναντία λέγουσιν, οἳ περὶ τῶν τοιούτων πάμπολυ Διονυσίου κυριώτεροι ἂν εἶεν κριταί· εἰ δὲ ηὑρηκέναι ἢ μεμαθηκέναι, ἄξια δʼ οὖν εἶναι πρὸς παιδείαν ψυχῆς ἐλευθέρας, πῶς ἄν, μὴ θαυμαστὸς ὢν ἄνθρωπος, τὸν ἡγεμόνα τούτων καὶ κύριον οὕτως εὐχερῶς ἠτίμασέν ποτʼ ἄν; πῶς δʼ ἠτίμασεν, ἐγὼ φράζοιμʼ ἄν.οὐ πολὺν χρόνον διαλιπὼν τὸ μετὰ τοῦτο, ἐν τῷ πρόσθεν Δίωνα ἐῶν τὰ ἑαυτοῦ κεκτῆσθαι καὶ καρποῦσθαι χρήματα, τότε οὐκέτʼ εἴα τοὺς ἐπιτρόπους αὐτοῦ πέμπειν εἰς Πελοπόννησον, καθάπερ ἐπιλελησμένος τῆς ἐπιστολῆς παντάπασιν· εἶναι γὰρ αὐτὰ οὐ Δίωνος ἀλλὰ τοῦ ὑέος, ὄντος μὲν ἀδελφιδοῦ αὐτοῦ κατὰ νόμους ἐπιτροπεύοντος. τὰ μὲν δὴ πεπραγμένα μέχρι τούτου ταῦτʼ ἦν ἐν τῷ τότε χρόνῳ, τούτων δὲ οὕτω γενομένων, ἑωράκη τε ἐγὼ ἀκριβῶς τὴν ἐπιθυμίαν τὴν Διονυσίου φιλοσοφίας, ἀγανακτεῖν τε ἐξῆν εἴτε βουλοίμην εἴτε μή. ἦν γὰρ θέρος ἤδη τότε καὶ ἔκπλοι τῶν νεῶν· ἐδόκει δὴ χαλεπαίνειν μὲν οὐ δεῖν ἐμὲ Διονυσίῳ μᾶλλον ἢ ἐμαυτῷ τε καὶ τοῖς βιασαμένοις ἐλθεῖν ἐμὲ τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ τὴν Σκύλλαν,

  1. ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν,
Hom. Od. 12.428 λέγειν δὲ πρὸς Διονύσιον ὅτι μοι μένειν ἀδύνατον εἴη Δίωνος οὕτω προπεπηλακισμένου.

ὁ δὲ παρεμυθεῖτό τε καὶ ἐδεῖτο μένειν, οὐκ οἰόμενός οἱ καλῶς ἔχειν ἐμὲ ἄγγελον αὐτὸν τῶν τοιούτων ἐλθεῖν ὅτι τάχος· οὐ πείθων δὲ αὐτός μοι πομπὴν παρασκευάσειν ἔφη. ἐγὼ γὰρ ἐν τοῖς ἀποστόλοις πλοίοις ἐμβὰς διενοούμην πλεῖν, τεθυμωμένος, πάσχειν τε οἰόμενος δεῖν, εἰ διακωλυοίμην, ὁτιοῦν, ἐπειδὴ περιφανῶς ἠδίκουν μὲν οὐδέν, ἠδικούμην δέ· ὁ δὲ οὐδέν με τοῦ καταμένειν προσιέμενον ὁρῶν, μηχανὴν τοῦ μεῖναι τὸν τότε ἔκπλουν μηχανᾶται τοιάνδε τινά. τῇ μετὰ ταῦτα ἐλθὼν ἡμέρᾳ λέγει πρός με πιθανὸν λόγον· ἐμοὶ καὶ σοὶ δίων, ἔφη, καὶ τὰ Δίωνος ἐκποδὼν ἀπαλλαχθήτω τοῦ περὶ αὐτὰ πολλάκις διαφέρεσθαι· ποιήσω γὰρ διὰ σέ, ἔφη, Δίωνι τάδε. ἀξιῶ ἐκεῖνον ἀπολαβόντα τὰ ἑαυτοῦ οἰκεῖν μὲν ἐν Πελοποννήσῳ, μὴ ὡς φυγάδα δέ, ἀλλʼ ὡς αὐτῷ καὶ δεῦρο ἐξὸν ἀποδημεῖν, ὅταν ἐκείνῳ τε καὶ ἐμοὶ καὶ ὑμῖν τοῖς φίλοις κοινῇ συνδοκῇ· ταῦτα δʼ εἶναι μὴ ἐπιβουλεύοντος ἐμοί, τούτων δὲ ἐγγυητὰς γίγνεσθαι σέ τε καὶ τοὺς σοὺς οἰκείους καὶ τοὺς ἐνθάδε Δίωνος, ὑμῖν δὲ τὸ βέβαιον ἐκεῖνος παρεχέτω. τὰ χρήματα δὲ ἃ ἂν λάβῃ, κατὰ Πελοπόννησον μὲν καὶ Ἀθήνας κείσθω παρʼ οἷστισιν ἂν ὑμῖν δοκῇ, καρπούσθω δὲ δίων, μὴ κύριος δὲ ἄνευ ὑμῶν γιγνέσθω ἀνελέσθαι. ἐγὼ γὰρ ἐκείνῳ μὲν οὐ σφόδρα πιστεύω τούτοις χρώμενον ἂν τοῖς χρήμασιν δίκαιον γίγνεσθαι περὶ ἐμέ—οὐ γὰρ ὀλίγα ἔσται—σοὶ δὲ καὶ τοῖς σοῖς μᾶλλον πεπίστευκα. ὅρα δὴ ταῦτα εἴ σοι ἀρέσκει, καὶ μένε ἐπὶ τούτοις τὸν ἐνιαυτὸν τοῦτον, εἰς δὲ ὥρας ἄπιθι λαβὼν τὰ χρήματα ταῦτα· καὶ δίων εὖ οἶδʼ ὅτι πολλὴν χάριν ἕξει σοι διαπραξαμένῳ ταῦτα ὑπὲρ ἐκείνου. τοῦτον δὴ ἐγὼ τὸν λόγον ἀκούσας ἐδυσχέραινον μέν, ὅμως δὲ βουλευσάμενος ἔφην εἰς τὴν ὑστεραίαν αὐτῷ περὶ τούτων τὰ δόξαντα ἀπαγγελεῖν. ταῦτα συνεθέμεθα τότε. ἐβουλευόμην δὴ τὸ μετὰ ταῦτα κατʼ ἐμαυτὸν γενόμενος, μάλα συγκεχυμένος· πρῶτος δʼ ἦν μοι τῆς βουλῆς ἡγούμενος ὅδε λόγος. φέρε, εἰ διανοεῖται τούτων μηδὲν ποιεῖν Διονύσιος ὧν φησιν, ἀπελθόντος δʼ ἐμοῦ ἐὰν ἐπιστέλλῃ Δίωνι πιθανῶς, αὐτός τε καὶ ἄλλοις πολλοῖς τῶν αὐτοῦ διακελευόμενος, ἃ νῦν πρὸς ἐμὲ λέγει, ὡς αὐτοῦ μὲν ἐθέλοντος, ἐμοῦ δὲ οὐκ ἐθελήσαντος ἃ προυκαλεῖτό με δρᾶν, ἀλλʼ ὀλιγωρήσαντος τῶν ἐκείνου τὸ παράπαν πραγμάτων,

πρὸς δὲ καὶ τούτοισιν ἔτι μηδʼ ἐθέλῃ με ἐκπέμπειν, αὐτὸς τῶν ναυκλήρων μηδενὶ προστάττων, ἐνδείξηται δὲ πᾶσιν ῥᾳδίως ὡς ἀβουλῶν ἐμὲ ἐκπλεῖν, ἆρά τις ἐθελήσει με ἄγειν ναύτην ὁρμώμενον ἐκ τῆς Διονυσίου οἰκίας; —ᾤκουν γὰρ πρὸς τοῖς ἄλλοισιν κακοῖς ἐν τῷ κήπῳ τῷ περὶ τὴν οἰκίαν, ὅθεν οὐδʼ ἂν ὁ θυρωρὸς ἤθελέν με ἀφεῖναι μὴ πεμφθείσης αὐτῷ τινος ἐντολῆς παρὰ Διονυσίου— ἂν δὲ περιμείνω τὸν ἐνιαυτόν, ἕξω μὲν Δίωνι ταῦτα ἐπιστέλλειν, ἐν οἷς τʼ αὖτʼ εἰμὶ καὶ ἃ πράττω· καὶ ἐὰν μὲν δὴ ποιῇ τι Διονύσιος ὧν φησιν, οὐ παντάπασιν ἔσται μοι καταγελάστως πεπραγμένα—τάλαντα γὰρ ἴσως ἐστὶν οὐκ ἔλαττον, ἂν ἐκτιμᾷ τις ὀρθῶς, ἑκατὸν ἡ Δίωνος οὐσία—ἂν δʼ οὖν γίγνηται τὰ νῦν ὑποφαίνοντα οἷα εἰκὸς αὐτὰ γίγνεσθαι, ἀπορῶ μὲν ὅτι χρήσομαι ἐμαυτῷ, ὅμως δὲ ἀναγκαῖον ἴσως ἐνιαυτόν γʼ ἔτι πονῆσαι καὶ ἔργοις ἐλέγξαι πειρᾶσθαι τὰς Διονυσίου μηχανάς. ταῦτά μοι δόξαντα, εἰς τὴν ὑστεραίαν εἶπον πρὸς Διονύσιον ὅτι δέδοκταί μοι μένειν· ἀξιῶ μήν, ἔφην, μὴ κύριον ἡγεῖσθαί σε Δίωνος ἐμέ, πέμπειν δὲ μετʼ ἐμοῦ σὲ παρʼ αὐτὸν γράμματα τὰ νῦν δεδογμένα δηλοῦντα, καὶ ἐρωτᾶν εἴτε ἀρκεῖ ταῦτα αὐτῷ, καὶ εἰ μή, βούλεται δὲ ἄλλʼ ἄττα καὶ ἀξιοῖ, καὶ ταῦτα ἐπιστέλλειν ὅτι τάχιστα, σὲ δὲ νεωτερίζειν μηδέν πω τῶν περὶ ἐκεῖνον. ταῦτα ἐρρήθη, ταῦτα συνωμολογήσαμεν, ὡς νῦν εἴρηται σχεδόν. ἐξέπλευσεν δὴ τὰ πλοῖα μετὰ τοῦτο, καὶ οὐκέτι μοι δυνατὸν ἦν πλεῖν, ὅτε δή μοι καὶ Διονύσιος ἐμνήσθη λέγων ὅτι τὴν ἡμίσειαν τῆς οὐσίας εἶναι δέοι Δίωνος, τὴν δʼ ἡμίσειαν τοῦ ὑέος· ἔφη δὴ πωλήσειν αὐτήν, πραθείσης δὲ τὰ μὲν ἡμίσεα ἐμοὶ δώσειν ἄγειν, τὰ δʼ ἡμίσεα τῷ παιδὶ καταλείψειν αὐτοῦ· τὸ γὰρ δὴ δικαιότατον οὕτως ἔχειν. πληγεὶς δʼ ἐγὼ τῷ λεχθέντι πάνυ μὲν ᾤμην γελοῖον εἶναι ἀντιλέγειν ἔτι, ὅμως δʼ εἶπον ὅτι χρείη τὴν παρὰ Δίωνος ἐπιστολὴν περιμένειν ἡμᾶς καὶ ταῦτα πάλιν αὐτὰ ἐπιστέλλειν. ὁ δὲ ἑξῆς τούτοις πάνυ νεανικῶς ἐπώλει τὴν οὐσίαν αὐτοῦ πᾶσαν, ὅπῃ τε καὶ ὅπως ἤθελε καὶ οἷστισι, πρὸς ἐμὲ δὲ οὐδὲν ὅλως ἐφθέγγετο περὶ αὐτῶν, καὶ μὴν ὡσαύτως ἐγὼ πρὸς ἐκεῖνον αὖ περὶ τῶν Δίωνος πραγμάτων οὐδὲν ἔτι διελεγόμην· οὐδὲν γὰρ ἔτι πλέον ᾤμην ποιεῖν.

μέχρι μὲν δὴ τούτων ταύτῃ μοι βεβοηθημένον ἐγεγόνει φιλοσοφίᾳ καὶ φίλοις· τὸ δὲ μετὰ ταῦτα ἐζῶμεν ἐγὼ καὶ Διονύσιος, ἐγὼ μὲν βλέπων ἔξω, καθάπερ ὄρνις ποθῶν ποθεν ἀναπτέσθαι, ὁ δὲ διαμηχανώμενος τίνα τρόπον ἀνασοβήσοι με μηδὲν ἀποδοὺς τῶν Δίωνος· ὅμως δὲ ἔφαμεν ἑταῖροί γε εἶναι πρὸς πᾶσαν Σικελίαν. τῶν δὴ μισθοφόρων τοὺς πρεσβυτέρους Διονύσιος ἐπεχείρησεν ὀλιγομισθοτέρους ποιεῖν παρὰ τὰ τοῦ πατρὸς ἔθη, θυμωθέντες δὲ οἱ στρατιῶται συνελέγησαν ἁθρόοι καὶ οὐκ ἔφασαν ἐπιτρέψειν. ὁ δʼ ἐπεχείρει βιάζεσθαι κλείσας τὰς τῆς ἀκροπόλεως πύλας, οἱ δʼ ἐφέροντο εὐθὺς πρὸς τὰ τείχη, παιῶνά τινα ἀναβοήσαντες βάρβαρον καὶ πολεμικόν· οὗ δὴ περιδεὴς Διονύσιος γενόμενος ἅπαντα συνεχώρησεν καὶ ἔτι πλείω τοῖς τότε συλλεχθεῖσι τῶν πελταστῶν. λόγος δή τις ταχὺ διῆλθεν ὡς Ἡρακλείδης αἴτιος εἴη γεγονὼς πάντων τούτων· ὃν ἀκούσας ὁ μὲν Ἡρακλείδης ἐκποδὼν αὑτὸν ἔσχεν ἀφανῆ, Διονύσιος δὲ ἐζήτει λαβεῖν, ἀπορῶν δέ, Θεοδότην μεταπεμψάμενος εἰς τὸν κῆπον—ἔτυχον δʼ ἐν τῷ κήπῳ καὶ ἐγὼ τότε περιπατῶν—τὰ μὲν οὖν ἄλλα οὔτʼ οἶδα οὔτʼ ἤκουον διαλεγομένων, ἃ δὲ ἐναντίον εἶπεν Θεοδότης ἐμοῦ πρὸς Διονύσιον, οἶδά τε καὶ μέμνημαι. Πλάτων γάρ, ἔφη, Διονύσιον ἐγὼ πείθω τουτονί, ἐὰν ἐγὼ γένωμαι δεῦρο Ἡρακλείδην κομίσαι δυνατὸς ἡμῖν εἰς λόγους περὶ τῶν ἐγκλημάτων αὐτῷ τῶν νῦν γεγονότων, ἂν ἄρα μὴ δόξῃ δεῖν αὐτὸν οἰκεῖν ἐν Σικελίᾳ, τόν τε ὑὸν λαβόντα καὶ τὴν γυναῖκα ἀξιῶ εἰς Πελοπόννησον ἀποπλεῖν, οἰκεῖν τε βλάπτοντα μηδὲν Διονύσιον ἐκεῖ, καρπούμενον δὲ τὰ ἑαυτοῦ. μετεπεμψάμην μὲν οὖν καὶ πρότερον αὐτόν, μεταπέμψομαι δὲ καὶ νῦν, ἄντʼ οὖν ἀπὸ τῆς προτέρας μεταπομπῆς ἄντε καὶ ἀπὸ τῆς νῦν ὑπακούσῃ μοι· Διονύσιον δὲ ἀξιῶ καὶ δέομαι, ἄν τις ἐντυγχάνῃ Ἡρακλείδῃ ἐάντʼ ἐν ἀγρῷ ἐάντʼ ἐνθάδε, μηδὲν ἄλλο αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστῆναι δʼ ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίῳ δόξῃ. ταῦτα, ἔφη, συγχωρεῖς; λέγων πρὸς τὸν Διονύσιον. συγχωρῶ· μηδʼ ἂν πρὸς τῇ σῇ, ἔφη, φανῇ οἰκίᾳ, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα.

τῇ δὴ μετὰ ταύτην τὴν ἡμέραν δείλης Εὐρύβιος καὶ Θεοδότης προσηλθέτην μοι σπουδῇ τεθορυβημένω θαυμαστῶς, καὶ Θεοδότης λέγει, Πλάτων, ἔφη, παρῆσθα χθὲς οἷς περὶ Ἡρακλείδου Διονύσιος ὡμολόγει πρὸς ἐμὲ καὶ σέ; πῶς δὲ οὔκ; ἔφην. νῦν τοίνυν, ἦ δʼ ὅς, περιθέουσιν πελτασταὶ λαβεῖν Ἡρακλείδην ζητοῦντες, ὁ δὲ εἶναί πῃ ταύτῃ κινδυνεύει· ἀλλʼ ἡμῖν, ἔφη, συνακολούθησον πρὸς Διονύσιον ἁπάσῃ μηχανῇ. ᾠχόμεθα οὖν καὶ εἰσήλθομεν παρʼ αὐτόν, καὶ τὼ μὲν ἑστάτην σιγῇ δακρύοντε, ἐγὼ δὲ εἶπον· οἵδε πεφόβηνται μή τι σὺ παρὰ τὰ χθὲς ὡμολογημένα ποιήσῃς περὶ Ἡρακλείδην νεώτερον· δοκεῖ γάρ μοι ταύτῃ πῃ γεγονέναι φανερὸς ἀποτετραμμένος. ὁ δὲ ἀκούσας ἀνεφλέχθη τε καὶ παντοδαπὰ χρώματα ἧκεν, οἷʼ ἂν θυμούμενος ἀφείη· προσπεσὼν δʼ αὐτῷ ὁ Θεοδότης, λαβόμενος τῆς χειρὸς ἐδάκρυσέν τε καὶ ἱκέτευεν μηδὲν τοιοῦτον ποιεῖν, ὑπολαβὼν δʼ ἐγὼ παραμυθούμενος, θάρρει, Θεοδότα, ἔφην· οὐ γὰρ τολμήσει Διονύσιος παρὰ τὰ χθὲς ὡμολογημένα ἄλλα ποτὲ δρᾶν. καὶ ὃς ἐμβλέψας μοι καὶ μάλα τυραννικῶς, σοί, ἔφη, ἐγὼ οὔτε τι σμικρὸν οὔτε μέγα ὡμολόγησα. νὴ τοὺς θεούς, ἦν δʼ ἐγώ, σύ γε, ταῦτα ἃ σοῦ νῦν οὗτος δεῖται μὴ ποιεῖν· καὶ εἰπὼν ταῦτα ἀποστρεφόμενος ᾠχόμην ἔξω. τὸ μετὰ ταῦτα ὁ μὲν ἐκυνήγει τὸν Ἡρακλείδην, Θεοδότης δὲ ἀγγέλους πέμπων Ἡρακλείδῃ φεύγειν διεκελεύετο. ὁ δὲ ἐκπέμψας Τεισίαν καὶ πελταστὰς διώκειν ἐκέλευε· φθάνει δέ, ὡς ἐλέγετο, Ἡρακλείδης εἰς τὴν Καρχηδονίων ἐπικράτειαν ἐκφυγὼν ἡμέρας σμικρῷ τινι μέρει. τὸ δὴ μετὰ τοῦτο ἡ πάλαι ἐπιβουλὴ Διονυσίῳ τοῦ μὴ ἀποδοῦναι τὰ Δίωνος χρήματα ἔδοξεν ἔχθρας λόγον ἔχειν ἂν πρός με πιθανόν, καὶ πρῶτον μὲν ἐκ τῆς ἀκροπόλεως ἐκπέμπει με, εὑρὼν πρόφασιν ὡς τὰς γυναῖκας ἐν τῷ κήπῳ, ἐν ᾧ κατῴκουν ἐγώ, δέοι θῦσαι θυσίαν τινὰ δεχήμερον· ἔξω δή με παρʼ Ἀρχεδήμῳ προσέταττεν τὸν χρόνον τοῦτον μεῖναι. ὄντος δʼ ἐμοῦ ἐκεῖ, Θεοδότης μεταπεμψάμενός με πολλὰ περὶ τῶν τότε πραχθέντων ἠγανάκτει καὶ ἐμέμφετο Διονυσίῳ· ὁ δʼ ἀκούσας ὅτι παρὰ Θεοδότην εἴην εἰσεληλυθώς, πρόφασιν αὖ ταύτην ἄλλην τῆς πρὸς ἐμὲ διαφορᾶς ποιούμενος, ἀδελφὴν τῆς πρόσθεν, πέμψας τινὰ ἠρώτα με εἰ συγγιγνοίμην ὄντως μεταπεμψαμένου με Θεοδότου. κἀγώ, παντάπασιν, ἔφην· ὁ δέ, ἐκέλευε τοίνυν, ἔφη, σοὶ φράζειν ὅτι καλῶς οὐδαμῇ ποιεῖς Δίωνα καὶ τοὺς Δίωνος φίλους ἀεὶ περὶ πλείονος αὐτοῦ ποιούμενος. ταῦτʼ ἐρρήθη, καὶ οὐκέτι μετεπέμψατό με εἰς τὴν οἴκησιν πάλιν, ὡς ἤδη σαφῶς Θεοδότου μὲν ὄντος μου καὶ Ἡρακλείδου φίλου, αὐτοῦ δʼ ἐχθροῦ, καὶ οὐκ εὐνοεῖν ᾤετό με, ὅτι Δίωνι τὰ χρήματα ἔρρει παντελῶς.

ᾤκουν δὴ τὸ μετὰ τοῦτο ἔξω τῆς ἀκροπόλεως ἐν τοῖς μισθοφόροις· προσιόντες δέ μοι ἄλλοι τε καὶ οἱ τῶν ὑπηρεσιῶν ὄντες Ἀθήνηθεν, ἐμοὶ πολῖται, ἀπήγγελλον ὅτι διαβεβλημένος εἴην ἐν τοῖς πελτασταῖς καί μοί τινες ἀπειλοῖεν, εἴ που λήψονταί με, διαφθερεῖν. μηχανῶμαι δή τινα τοιάνδε σωτηρίαν. πέμπω παρʼ Ἀρχύτην καὶ τοὺς ἄλλους φίλους εἰς Τάραντα, φράζων ἐν οἷς ὢν τυγχάνω· οἱ δὲ πρόφασίν τινα πρεσβείας πορισάμενοι παρὰ τῆς πόλεως πέμπουσιν τριακόντορόν τε καὶ Λαμίσκον αὑτῶν ἕνα, ὃς ἐλθὼν ἐδεῖτο Διονυσίου περὶ ἐμοῦ, λέγων ὅτι βουλοίμην ἀπιέναι, καὶ μηδαμῶς ἄλλως ποιεῖν. ὁ δὲ συνωμολόγησεν καὶ ἀπέπεμψεν ἐφόδια δούς, τῶν Δίωνος δὲ χρημάτων οὔτʼ ἐγὼ ἔτι ἀπῄτουν οὔτε τις ἀπέδωκεν.ἐλθὼν δὲ εἰς Πελοπόννησον εἰς Ὀλυμπίαν, Δίωνα καταλαβὼν θεωροῦντα, ἤγγελλον τὰ γεγονότα· ὁ δὲ τὸν Δία ἐπιμαρτυράμενος εὐθὺς παρήγγελλεν ἐμοὶ καὶ τοῖς ἐμοῖς οἰκείοις καὶ φίλοις παρασκευάζεσθαι τιμωρεῖσθαι Διονύσιον, ἡμᾶς μὲν ξεναπατίας χάριν—οὕτω γὰρ ἔλεγέν τε καὶ ἐνόει— αὐτὸν δʼ ἐκβολῆς ἀδίκου καὶ φυγῆς. ἀκούσας δʼ ἐγὼ τοὺς μὲν φίλους παρακαλεῖν αὐτὸν ἐκέλευον, εἰ βούλοιντο· ἐμὲ δʼ εἶπον ὅτι σὺ μετὰ τῶν ἄλλων βίᾳ τινὰ τρόπον σύσσιτον καὶ συνέστιον καὶ κοινωνὸν ἱερῶν Διονυσίῳ ἐποίησας, ὃς ἴσως ἡγεῖτο διαβαλλόντων πολλῶν ἐπιβουλεύειν ἐμὲ μετὰ σοῦ ἑαυτῷ καὶ τῇ τυραννίδι, καὶ ὅμως οὐκ ἀπέκτεινεν, ᾐδέσθη δέ. οὔτʼ οὖν ἡλικίαν ἔχω συμπολεμεῖν ἔτι σχεδὸν οὐδενί, κοινός τε ὑμῖν εἰμι, ἄν ποτέ τι πρὸς ἀλλήλους δεηθέντες φιλίας ἀγαθόν τι ποιεῖν βουληθῆτε· κακὰ δὲ ἕως ἂν ἐπιθυμῆτε, ἄλλους παρακαλεῖτε. ταῦτα εἶπον μεμισηκὼς τὴν περὶ Σικελίαν πλάνην καὶ ἀτυχίαν· ἀπειθοῦντες δὲ καὶ οὐ πειθόμενοι ταῖς ὑπʼ ἐμοῦ διαλλάξεσιν πάντων τῶν νῦν γεγονότων κακῶν αὐτοὶ αἴτιοι ἐγένοντο αὑτοῖς, ὧν, εἰ Διονύσιος ἀπέδωκεν τὰ χρήματα Δίωνι ἢ καὶ παντάπασι κατηλλάγη, οὐκ ἄν ποτε ἐγένετο οὐδέν, ὅσα γε δὴ τἀνθρώπινα—Δίωνα γὰρ ἐγὼ καὶ τῷ βούλεσθαι καὶ τῷ δύνασθαι κατεῖχον ἂν ῥᾳδίως—νῦν δὲ ὁρμήσαντες ἐπʼ ἀλλήλους κακῶν πάντα ἐμπεπλήκασιν.

καίτοι τήν γε αὐτὴν δίων εἶχεν βούλησιν ἥνπερ ἂν ἐγὼ φαίην δεῖν ἐμὲ καὶ ἄλλον, ὅστις μέτριος, περί τε τῆς αὑτοῦ δυνάμεως καὶ φίλων καὶ περὶ πόλεως τῆς αὑτοῦ διανοοῖτʼ ἂν εὐεργετῶν ἐν δυνάμει καὶ τιμαῖσιν γενέσθαι τὰ μέγιστα ἐν ταῖς μεγίσταις. ἔστιν δὲ οὐκ ἄν τις πλούσιον ἑαυτὸν ποιήσῃ καὶ ἑταίρους καὶ πόλιν, ἐπιβουλεύσας καὶ συνωμότας συναγαγών, πένης ὢν καὶ ἑαυτοῦ μὴ κρατῶν, ὑπὸ δειλίας τῆς πρὸς τὰς ἡδονὰς ἡττημένος, εἶτα τοὺς τὰς οὐσίας κεκτημένους ἀποκτείνας, ἐχθροὺς καλῶν τούτους, διαφορῇ τὰ τούτων χρήματα καὶ τοῖς συνεργοῖς τε καὶ ἑταίροις παρακελεύηται ὅπως μηδεὶς αὐτῷ ἐγκαλεῖ πένης φάσκων εἶναι· ταὐτὸν δὲ καὶ τὴν πόλιν ἂν οὕτω τις εὐεργετῶν τιμᾶται ὑπʼ αὐτῆς, τοῖς πολλοῖς τὰ τῶν ὀλίγων ὑπὸ ψηφισμάτων διανέμων, ἢ μεγάλης προεστὼς πόλεως καὶ πολλῶν ἀρχούσης ἐλαττόνων, τῇ ἑαυτοῦ πόλει τὰ τῶν σμικροτέρων χρήματα διανέμῃ μὴ κατὰ δίκην. οὕτω μὲν γὰρ οὔτε δίων οὔτε ἄλλος πετὲ οὐδεὶς ἐπὶ δύναμιν ἑκὼν εἶσιν ἀλιτηριώδη ἑαυτῷ τε καὶ γένει εἰς τὸν ἀεὶ χρόνον, ἐπὶ πολιτείαν δὲ καὶ νόμων κατασκευὴν τῶν δικαιοτάτων τε καὶ ἀρίστων, οὔ τι διʼ ὀλιγίστων θανάτων καὶ φόνων γιγνομένην· ἃ δὴ δίων νῦν πράττων, προτιμήσας τὸ πάσχειν ἀνόσια τοῦ δρᾶσαι πρότερον, διευλαβούμενος δὲ μὴ παθεῖν, ὅμως ἔπταισεν ἐπʼ ἄκρον ἐλθὼν τοῦ περιγενέσθαι τῶν ἐχθρῶν, θαυμαστὸν παθὼν οὐδέν. ὅσιος γὰρ ἄνθρωπος ἀνοσίων πέρι, σώφρων τε καὶ ἔμφρων, τὸ μὲν ὅλον οὐκ ἄν ποτε διαψευσθείη τῆς ψυχῆς τῶν τοιούτων πέρι, κυβερνήτου δὲ ἀγαθοῦ πάθος ἂν ἴσως οὐ θαυμαστὸν εἰ πάθοι, ὃν χειμὼν μὲν ἐσόμενος οὐκ ἂν πάνυ λάθοι, χειμώνων δὲ ἐξαίσιον καὶ ἀπροσδόκητον μέγεθος λάθοι τʼ ἂν καὶ λαθὸν κατακλύσειεν βίᾳ. ταὐτὸν δὴ καὶ Δίωνα ἔσφηλεν· κακοὶ μὲν γὰρ ὄντες αὐτὸν σφόδρα οὐκ ἔλαθον οἱ σφήλαντες, ὅσον δὲ ὕψος ἀμαθίας εἶχον καὶ τῆς ἄλλης μοχθηρίας τε καὶ λαιμαργίας, ἔλαθον, ᾧ δὴ σφαλεὶς κεῖται, Σικελίαν πένθει περιβαλὼν μυρίῳ.

τὰ δὴ μετὰ τὰ νῦν ῥηθέντα ἃ συμβουλεύω, σχεδὸν εἴρηταί τέ μοι καὶ εἰρήσθω· ὧν δʼ ἐπανέλαβον ἕνεκα τὴν εἰς Σικελίαν ἄφιξιν τὴν δευτέραν, ἀναγκαῖον εἶναι ἔδοξέ μοι ῥηθῆναι δεῖν διὰ τὴν ἀτοπίαν καὶ ἀλογίαν τῶν γενομένων. εἰ δʼ ἄρα τινὶ νῦν ῥηθέντα εὐλογώτερα ἐφάνη καὶ προφάσεις πρὸς τὰ γενόμενα ἱκανὰς ἔχειν ἔδοξέν τῳ, μετρίως ἂν ἡμῖν καὶ ἱκανῶς εἴη τὰ νῦν εἰρημένα.

Πλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις εὖ πράττειν.ἃ δʼ ἂν διανοηθέντες μάλιστα εὖ πράττοιτε ὄντως, πειράσομαι ταῦθʼ ὑμῖν κατὰ δύναμιν διεξελθεῖν. ἐλπίζω δὲ οὐχ ὑμῖν μόνοις συμβουλεύσειν τὰ συμφέροντα, μάλιστά γε μὴν ὑμῖν, καὶ δευτέροις πᾶσιν τοῖς ἐν Συρακούσαις, τρίτοις δὲ ὑμῶν καὶ τοῖς ἐχθροῖς καὶ πολεμίοις, πλὴν εἴ τις αὐτῶν ἀνοσιουργὸς γέγονεν· ταῦτα γὰρ ἀνίατα καὶ οὐκ ἄν ποτέ τις αὐτὰ ἐκνίψειν. νοήσατε δὲ ἃ λέγω νῦν.ἔσθʼ ὑμῖν κατὰ Σικελίαν πᾶσαν λελυμένης τῆς τυραννίδος πᾶσα μάχη περὶ αὐτῶν τούτων, τῶν μὲν βουλομένων ἀναλαβεῖν πάλιν τὴν ἀρχήν, τῶν δὲ τῇ τῆς τυραννίδος ἀποφυγῇ τέλος ἐπιθεῖναι. συμβουλὴ δὴ περὶ τῶν τοιούτων ὀρθὴ δοκεῖ ἑκάστοτε τοῖς πολλοῖς εἶναι ταῦτα συμβουλεύειν δεῖν ἃ τοὺς μὲν πολεμίους ὡς πλεῖστα κακὰ ἐξεργάσεται, τοὺς δὲ φίλους ὡς πλεῖστα ἀγαθά· τὸ δὲ οὐδαμῶς ῥᾴδιον πολλὰ κακὰ δρῶντα τοὺς ἄλλους μὴ οὐ καὶ πάσχειν αὐτὸν πολλὰ ἕτερα. δεῖ δὲ οὐ μακρὰν ἐλθόντας ποι τὰ τοιαῦτα ἐναργῶς ἰδεῖν, ἀλλʼ ὅσα νῦν γέγονεν τῇδε, αὐτοῦ περὶ Σικελίαν, τῶν μὲν ἐπιχειρούντων δρᾶν, τῶν δὲ ἀμύνασθαι τοὺς δρῶντας· ἃ κἂν ἄλλοις μυθολογοῦντες ἱκανοὶ γίγνοισθʼ ἂν ἑκάστοτε διδάσκαλοι. τούτων μὲν δὴ σχεδὸν οὐκ ἀπορία· τῶν δὲ ὅσα γένοιτʼ ἂν ἢ πᾶσιν συμφέροντα ἐχθροῖς τε καὶ φίλοις ἢ ὅτι σμικρότατα κακὰ ἀμφοῖν, ταῦτα οὔτε ῥᾴδιον ὁρᾶν οὔτε ἰδόντα ἐπιτελεῖν, εὐχῇ δὲ προσέοικεν ἡ τοιαύτη συμβουλή τε καὶ ἐπιχείρησις τοῦ λόγου.

ἔστω δὴ παντάπασι μὲν εὐχή τις—ἀπὸ γὰρ θεῶν χρὴ πάντα ἀρχόμενον ἀεὶ λέγειν τε καὶ νοεῖν—ἐπιτελὴς δʼ εἴη σημαίνουσα ἡμῖν τοιόνδε τινὰ λόγον· νῦν ὑμῖν καὶ τοῖς πολεμίοις σχεδόν, ἐξ οὗπερ γέγονεν ὁ πόλεμος, συγγένεια ἄρχει μία διὰ τέλους, ἥν ποτε κατέστησαν οἱ πατέρες ὑμῶν ἐς ἀπορίαν ἐλθόντες τὴν ἅπασαν, τόθʼ ὅτε κίνδυνος ἐγένετο ἔσχατος Σικελίᾳ τῇ τῶν Ἑλλήνων ὑπὸ Καρχηδονίων ἀνάστατον ὅλην ἐκβαρβαρωθεῖσαν γενέσθαι. τότε γὰρ εἵλοντο Διονύσιον μὲν ὡς νέον καὶ πολεμικὸν ἐπὶ τὰς τοῦ πολέμου πρεπούσας αὐτῷ πράξεις, σύμβουλον δὲ καὶ πρεσβύτερον Ἱππαρῖνον, ἐπὶ σωτηρίᾳ τῆς Σικελίας αὐτοκράτορας, ὥς φασιν, τυράννους ἐπονομάζοντες. καὶ εἴτε δὴ θείαν τις ἡγεῖσθαι βούλεται τύχην καὶ θεὸν εἴτε τὴν τῶν ἀρχόντων ἀρετὴν εἴτε καὶ τὸ συναμφότερον μετὰ τῶν τότε πολιτῶν τῆς σωτηρίας αἰτίαν συμβῆναι γενομένην, ἔστω ταύτῃ ὅπῃ τις ὑπολαμβάνει· σωτηρία δʼ οὖν οὕτως συνέβη τοῖς τότε γενομένοις. τοιούτων οὖν αὐτῶν γεγονότων, δίκαιόν που τοῖς σώσασιν πάντας χάριν ἔχειν· εἰ δέ τι τὸν μετέπειτα χρόνον ἡ τυραννὶς οὐκ ὀρθῶς τῇ τῆς πόλεως δωρεᾷ κατακέχρηται, τούτων δίκας τὰς μὲν ἔχει, τὰς δὲ τινέτω. τίνες οὖν δὴ δίκαι ἀναγκαίως ὀρθαὶ γίγνοιντʼ ἂν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς; εἰ μὲν ῥᾳδίως ὑμεῖς ἀποφυγεῖν οἷοί τʼ ἦτε αὐτοὺς καὶ ἄνευ μεγάλων κινδύνων καὶ πόνων, ἢ ʼκεῖνοι ἑλεῖν εὐπετῶς πάλιν τὴν ἀρχήν, οὐδʼ ἂν συμβουλεύειν οἷόν τʼ ἦν τὰ μέλλοντα ῥηθήσεσθαι· νῦν δʼ ἐννοεῖν ὑμᾶς ἀμφοτέρους χρεὼν καὶ ἀναμιμνῄσκεσθαι ποσάκις ἐν ἐλπίδι ἑκάτεροι γεγόνατε τοῦ νῦν οἴεσθαι σχεδὸν ἀεί τινος σμικροῦ ἐπιδεεῖς εἶναι τὸ μὴ πάντα κατὰ νοῦν πράττειν, καὶ δὴ καὶ ὅτι τὸ σμικρὸν τοῦτο μεγάλων καὶ μυρίων κακῶν αἴτιον ἑκάστοτε συμβαίνει γιγνόμενον, καὶ πέρας οὐδέν ποτε τελεῖται, συνάπτει δὲ ἀεὶ παλαιὰ τελευτὴ δοκοῦσα ἀρχῇ φυομένῃ νέᾳ, διολέσθαι δʼ ὑπὸ τοῦ κύκλου τούτου κινδυνεύσει καὶ τὸ τυραννικὸν ἅπαν καὶ τὸ δημοτικὸν γένος, ἥξει δέ, ἐάνπερ τῶν εἰκότων γίγνηταί τι καὶ ἀπευκτῶν, σχεδὸν εἰς ἐρημίαν τῆς Ἑλληνικῆς φωνῆς Σικελία πᾶσα, Φοινίκων ἢ Ὀπικῶν μεταβαλοῦσα εἴς τινα δυναστείαν καὶ κράτος. τούτων δὴ χρὴ πάσῃ προθυμίᾳ πάντας τοὺς Ἕλληνας τέμνειν φάρμακον.

εἰ μὲν δή τις ὀρθότερον ἄμεινόν τʼ ἔχει τοῦ ὑπʼ ἐμοῦ ῥηθησομένου, ἐνεγκὼν εἰς τὸ μέσον ὀρθότατα φιλέλλην ἂν λεχθείη· ὃ δέ μοι φαίνεταί πῃ τὰ νῦν, ἐγὼ πειράσομαι πάσῃ παρρησίᾳ καὶ κοινῷ τινι δικαίῳ λόγῳ χρώμενος δηλοῦν. λέγω γὰρ δὴ διαιτητοῦ τινα τρόπον διαλεγόμενος ὡς δυοῖν, τυραννεύσαντί τε καὶ τυραννευθέντι, ὡς ἑνὶ ἑκατέρῳ παλαιὰν ἐμὴν συμβουλήν· καὶ νῦν δὲ ὅ γʼ ἐμὸς λόγος ἂν εἴη σύμβουλος τυράννῳ παντὶ φεύγειν μὲν τοὔνομά τε καὶ τοὖργον τοῦτο, εἰς βασιλείαν δέ, εἰ δυνατὸν εἴη, μεταβαλεῖν. δυνατὸν δέ, ὡς ἔδειξεν ἔργῳ σοφὸς ἀνὴρ καὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τὸ τῶν οἰκείων γένος ἐν Ἄργει καὶ Μεσσήνῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν ἀφικομένους καὶ διαφθείραντας ἑαυτούς τε καὶ τὴν πόλιν ἑκατέρους ἑκατέραν, δείσας περὶ τῆς αὑτοῦ πόλεως ἅμα καὶ γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν καὶ τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον, ὥστε γενεὰς τοσαύτας ἤδη μετʼ εὐκλείας σῴζεσθαι, νόμος ἐπειδὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλʼ οὐκ ἄνθρωποι τύραννοι νόμων. ὃ δὴ καὶ νῦν οὑμὸς λόγος πᾶσιν παρακελεύεται, τοῖς μὲν τυραννίδος ἐφιεμένοις ἀποτρέπεσθαι καὶ φεύγειν φυγῇ ἀπλήστως πεινώντων εὐδαιμόνισμα ἀνθρώπων καὶ ἀνοήτων, εἰς βασιλέως δʼ εἶδος πειρᾶσθαι μεταβάλλειν καὶ δουλεῦσαι νόμοις βασιλικοῖς, τὰς μεγίστας τιμὰς κεκτημένους παρʼ ἑκόντων τε ἀνθρώπων καὶ τῶν νόμων· τοῖς δὲ δὴ ἐλεύθερα διώκουσιν ἤθη καὶ φεύγουσιν τὸν δούλειον ζυγὸν ὡς ὂν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμʼ ἂν μή ποτε ἀπληστίᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τὸ τῶν προγόνων νόσημα ἐμπέσωσιν, ὃ διὰ τὴν ἄγαν ἀναρχίαν οἱ τότε ἔπαθον, ἀμέτρῳ ἐλευθερίας χρώμενοι ἔρωτι. οἱ γὰρ πρὸ Διονυσίου καὶ Ἱππαρίνου ἀρξάντων Σικελιῶται τότε ὡς ᾤοντο εὐδαιμόνως ἔζων, τρυφῶντές τε καὶ ἅμα ἀρχόντων ἄρχοντες· οἳ καὶ τοὺς δέκα στρατηγοὺς κατέλευσαν βάλλοντες τοὺς πρὸ Διονυσίου, κατὰ νόμον οὐδένα κρίναντες, ἵνα δὴ δουλεύοιεν μηδενὶ μήτε σὺν δίκῃ μήτε νόμῳ δεσπότῃ, ἐλεύθεροι δʼ εἶεν πάντῃ πάντως· ὅθεν αἱ τυραννίδες ἐγένοντο αὐτοῖς.

δουλεία γὰρ καὶ ἐλευθερία ὑπερβάλλουσα μὲν ἑκατέρα πάγκακον, ἔμμετρος δὲ οὖσα πανάγαθον· μετρία δὲ ἡ θεῷ δουλεία, ἄμετρος δὲ ἡ τοῖς ἀνθρώποις· θεὸς δὲ ἀνθρώποις σώφροσιν νόμος, ἄφροσιν δὲ ἡδονή. τούτων δὴ ταύτῃ πεφυκότων, ἃ συμβουλεύω Συρακοσίοις πᾶσιν φράζειν παρακελεύομαι τοῖς Δίωνος φίλοις ἐκείνου καὶ ἐμὴν κοινὴν συμβουλήν· ἐγὼ δὲ ἑρμηνεύσω ἃν ἐκεῖνος ἔμπνους ὢν καὶ δυνάμενος εἶπεν νῦν πρὸς ὑμᾶς. τίνʼ οὖν δή, τις ἂν εἴποι, λόγον ἀποφαίνεται ἡμῖν περὶ τῶν νῦν παρόντων ἡ Δίωνος συμβουλή; τόνδε. δέξασθε, ὦ Συρακόσιοι, πάντων πρῶτον νόμους οἵτινες ἂν ὑμῖν φαίνωνται μὴ πρὸς χρηματισμὸν καὶ πλοῦτον τρέψοντες τὰς γνώμας ὑμῶν μετʼ ἐπιθυμίας, ἀλλʼ ὄντων τριῶν, ψυχῆς καὶ σώματος ἔτι δὲ χρημάτων, τὴν τῆς ψυχῆς ἀρετὴν ἐντιμοτάτην ποιοῦντες, δευτέραν δὲ τὴν τοῦ σώματος, ὑπὸ τῇ τῆς ψυχῆς κειμένην, τρίτην δὲ καὶ ὑστάτην τὴν τῶν χρημάτων τιμήν, δουλεύουσαν τῷ σώματί τε καὶ ψυχῇ. καὶ ὁ μὲν ταῦτα ἀπεργαζόμενος θεσμὸς νόμος ἂν ὀρθῶς ὑμῖν εἴη κείμενος, ὄντως εὐδαίμονας ἀποτελῶν τοὺς χρωμένους· ὁ δὲ τοὺς πλουσίους εὐδαίμονας ὀνομάζων λόγος αὐτός τε ἄθλιος, γυναικῶν καὶ παίδων ὢν λόγος ἄνους, τοὺς πειθομένους τε ἀπεργάζεται τοιούτους. ὅτι δʼ ἀληθῆ ταῦτʼ ἐγὼ παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων, ἔργῳ γνώσεσθε· ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι τῶν πάντων πέρι. δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, τὸ μέγιστον, ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῇ οὐδαμῶς. νῦν οὖν τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν·

ἐπὶ δὲ τούτοις σύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν ὑὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός—ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δίς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε—δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταὐτὸν κεκτημένον ὄνομα, ὑὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀείζωον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. τρεῖς δʼ ὄντας βασιλέας, εἴτʼ οὖν τὴν Λακωνικὴν δύναμιν αὐτοῖς δόντες εἴτε ἀφελόντες καὶ συνομολογησάμενοι, καταστήσασθε τρόπῳ τινὶ τοιῷδε, ὃς εἴρηται μὲν καὶ πρότερον ὑμῖν, ὅμως δʼ ἔτι καὶ νῦν ἀκούετε. ἐὰν ἐθέλῃ τὸ γένος ὑμῖν τὸ Διονυσίου τε καὶ Ἱππαρίνου ἐπὶ σωτηρίᾳ Σικελίας παύσασθαι τῶν νῦν παρόντων κακῶν, τιμὰς αὑτοῖς καὶ γένει λαβόντες εἴς τε τὸν ἔπειτα καὶ τὸν νῦν χρόνον, ἐπὶ τούτοις καλεῖτε, ὥσπερ καὶ πρότερον ἐρρήθη, πρέσβεις οὓς ἂν ἐθελήσωσιν κυρίους ποιησάμενοι τῶν διαλλαγῶν—εἴτε τινὰς αὐτόθεν εἴτε ἔξωθεν εἴτε ἀμφότερα—καὶ ὁπόσους ἂν συγχωρήσωσιν· τούτους δʼ ἐλθόντας νόμους μὲν πρῶτον θεῖναι καὶ πολιτείαν τοιαύτην, ἐν ᾗ βασιλέας ἁρμόττει γίγνεσθαι κυρίους ἱερῶν τε καὶ ὅσων ἄλλων πρέπει τοῖς γενομένοις ποτὲ εὐεργέταις, πολέμου δὲ καὶ εἰρήνης ἄρχοντας νομοφύλακας ποιήσασθαι ἀριθμὸν τριάκοντα καὶ πέντε μετά τε δήμου καὶ βουλῆς. δικαστήρια δὲ ἄλλα μὲν ἄλλων, θανάτου δὲ καὶ φυγῆς τούς τε πέντε καὶ τριάκοντα ὑπάρχειν· πρὸς τούτοις τε ἐκλεκτοὺς γίγνεσθαι δικαστὰς ἐκ τῶν νῦν ἀεὶ περυσινῶν ἀρχόντων, ἕνα ἀφʼ ἑκάστης τῆς ἀρχῆς τὸν ἄριστον δόξαντʼ εἶναι καὶ δικαιότατον· τούτους δὲ τὸν ἐπιόντα ἐνιαυτὸν δικάζειν ὅσα θανάτου καὶ δεσμοῦ καὶ μεταστάσεως τῶν πολιτῶν·

βασιλέα δὲ τῶν τοιούτων δικῶν μὴ ἐξεῖναι δικαστὴν γίγνεσθαι, καθάπερ ἱερέα φόνου καθαρεύοντα καὶ δεσμοῦ καὶ φυγῆς. ταῦθʼ ὑμῖν ἐγὼ καὶ ζῶν διενοήθην γίγνεσθαι καὶ νῦν διανοοῦμαι, καὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθʼ ὑμῶν, εἰ μὴ ξενικαὶ ἐρινύες ἐκώλυσαν, κατέστησα ἂν ᾗπερ καὶ διενοούμην, καὶ μετὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα ἐπὶ νῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν ἔχουσιν ἀφελόμενος, ὅσοι μὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας διεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δʼ ἔμπροσθεν οἰκητὰς τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας καὶ πατρῴας οἰκήσεις κατοικίσας· ταὐτὰ δὲ ταῦτα καὶ νῦν πᾶσιν συμβουλεύω κοινῇ διανοηθῆναι καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ ταύτας τὰς πράξεις πάντας, τὸν μὴ ʼθέλοντα δὲ πολέμιον ἡγεῖσθαι κοινῇ. ἔστιν δὲ ταῦτα οὐκ ἀδύνατα· ἃ γὰρ ἐν δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν βέλτιστα ἑτοίμως ἔχει, ταῦτα δὲ σχεδὸν ὁ κρίνων ἀδύνατα οὐκ εὖ φρονεῖ. λέγω δὲ τὰς δύο τήν τε Ἱππαρίνου τοῦ Διονυσίου ὑέος καὶ τὴν τοῦ ἐμοῦ ὑέος· τούτοιν γὰρ συνομολογησάντοιν τοῖς γε ἄλλοις Συρακουσίοις οἶμαι πᾶσιν ὅσοιπερ τῆς πόλεως κήδονται συνδοκεῖν. ἀλλὰ θεοῖς τε πᾶσιν τιμὰς μετʼ εὐχῶν δόντες, τοῖς τε ἄλλοις ὅσοις μετὰ θεῶν πρέπει, πείθοντες καὶ προκαλούμενοι φίλους καὶ διαφόρους μαλακῶς τε καὶ πάντως μὴ ἀποστῆτε, πρὶν ἂν τὰ νῦν ὑφʼ ἡμῶν λεχθέντα, οἷον ὀνείρατα θεῖα ἐπιστάντα ἐγρηγορόσιν, ἐναργῆ τε ἐξεργάσησθε τελεσθέντα καὶ εὐτυχῆ.

Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.ἀφίκοντο πρὸς ἡμᾶς οἱ περὶ Ἄρχιππον καὶ Φιλωνίδην, τήν τε ἐπιστολὴν φέροντες ἣν σὺ αὐτοῖς ἔδωκας, καὶ ἀπαγγέλλοντες τὰ παρὰ σοῦ. τὰ μὲν οὖν πρὸς τὴν πόλιν οὐ χαλεπῶς διεπράξαντο—καὶ γὰρ οὐδὲ παντελῶς ἦν ἐργώδη —τὰ δὲ παρὰ σοῦ διῆλθον ἡμῖν, λέγοντες ὑποδυσφορεῖν σε ὅτι οὐ δύνασαι τῆς περὶ τὰ κοινὰ ἀσχολίας ἀπολυθῆναι.

ὅτι μὲν οὖν ἥδιστόν ἐστιν ἐν τῷ βίῳ τὸ τὰ αὑτοῦ πράττειν, ἄλλως τε καὶ εἴ τις ἕλοιτο τοιαῦτα πράττειν οἷα καὶ σύ, σχεδὸν παντὶ δῆλον· ἀλλὰ κἀκεῖνο δεῖ σε ἐνθυμεῖσθαι, ὅτι ἕκαστος ἡμῶν οὐχ αὑτῷ μόνον γέγονεν, ἀλλὰ τῆς γενέσεως ἡμῶν τὸ μέν τι ἡ πατρὶς μερίζεται, τὸ δέ τι οἱ γεννήσαντες, τὸ δὲ οἱ λοιποὶ φίλοι, πολλὰ δὲ καὶ τοῖς καιροῖς δίδοται τοῖς τὸν βίον ἡμῶν καταλαμβάνουσι. καλούσης δὲ τῆς πατρίδος αὐτῆς πρὸς τὰ κοινά, ἄτοπον ἴσως τὸ μὴ ὑπακούειν· ἅμα γὰρ συμβαίνει καὶ χώραν καταλιμπάνειν φαύλοις ἀνθρώποις, οἳ οὐκ ἀπὸ τοῦ βελτίστου πρὸς τὰ κοινὰ προσέρχονται. περὶ τούτων μὲν οὖν ἱκανῶς, Ἐχεκράτους δὲ καὶ νῦν ἐπιμέλειαν ἔχομεν καὶ εἰς τὸν λοιπὸν χρόνον ἕξομεν καὶ διὰ σὲ καὶ διὰ τὸν πατέρα αὐτοῦ Φρυνίωνα καὶ διʼ αὐτὸν τὸν νεανίσκον.

Πλάτων Ἀριστοδώρῳ εὖ πράττειν.ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναί τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἦθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινούσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν. ἀλλʼ ἔρρωσό τε καὶ μένε ἐν τοῖς ἤθεσιν οἷσπερ καὶ νῦν μένεις.

Πλάτων Λαοδάμαντι εὖ πράττειν.ἐπέστειλα μέν σοι καὶ πρότερον ὅτι πολὺ διαφέρει πρὸς ἅπαντα ἃ λέγεις αὐτὸν ἀφικέσθαι σε Ἀθήναζε· ἐπειδὴ δὲ σὺ φῂς ἀδύνατον εἶναι, μετὰ τοῦτο ἦν δεύτερον, εἰ δυνατὸν ἐμὲ ἀφικέσθαι ἢ Σωκράτη, ὥσπερ ἐπέστειλας. νῦν δὲ Σωκράτης μέν ἐστιν περὶ ἀσθένειαν τὴν τῆς στραγγουρίας, ἐμὲ δὲ ἀφικόμενον ἐνταῦθα ἄσχημον ἂν εἴη μὴ διαπράξασθαι ἐφʼ ἅπερ σὺ παρακαλεῖς. ἐγὼ δὲ ταῦτα γενέσθαι ἂν οὐ πολλὴν ἐλπίδα ἔχω—διʼ ἃ δέ, μακρᾶς ἑτέρας δέοιτʼ ἂν ἐπιστολῆς ἥτις πάντα διεξίοι—καὶ ἅμα οὐδὲ τῷ σώματι διὰ τὴν ἡλικίαν ἱκανῶς ἔχω πλανᾶσθαι καὶ κινδυνεύειν κατά τε γῆν καὶ κατὰ θάλατταν οἷα ἀπαντᾷ, καὶ νῦν πάντα κινδύνων ἐν ταῖς πορείαις ἐστὶ μεστά.