Epistles

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.τὰ μὲν παρὰ σοῦ ἐλθόνθʼ ὑπομνήματα θαυμαστῶς ὡς ἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων τῶν πάλαι προγόνων· λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μύριοι εἶναι—οὗτοι δʼ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων—ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρʼ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέσταλκά σοι· περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστʼ οὐδὲν δεῖ παρακελεύεσθαι.ʽἁ̓ντιλέγεται ὡς οὐ Πλάτωνος.ʼ

Πλάτων Διονυσίῳ τυράννῳ Συρακουσῶν εὖ πράττειν.ἀρχή σοι τῆς ἐπιστολῆς ἔστω καὶ ἅμα σύμβολον ὅτι παρʼ ἐμοῦ ἐστιν· τοὺς Λοκρούς ποθʼ ἑστιῶν νεανίσκους, πόρρω κατακείμενος ἀπʼ ἐμοῦ, ἀνέστης παρʼ ἐμὲ καὶ φιλοφρονούμενος εἶπες εὖ τι ῥῆμα ἔχον, ὡς ἔμοιγε ἐδόκεις καὶ τῷ παρακατακειμένῳ—ἦν δʼ οὗτος τῶν καλῶν τις—ὃς τότε εἶπεν· ἦ που πολλά, ὦ Διονύσιε, εἰς σοφίαν ὠφελῇ ὑπὸ Πλάτωνος· σὺ δʼ εἶπες· καὶ εἰς ἄλλα πολλά, ἐπεὶ καὶ ἀπʼ αὐτῆς τῆς μεταπέμψεως, ὅτι μετεπεμψάμην αὐτόν, διʼ αὐτὸ τοῦτο εὐθὺς ὠφελήθην. τοῦτʼ οὖν διασωστέον, ὅπως ἂν αὐξάνηται ἀεὶ ἡμῶν ἡ ἀπʼ ἀλλήλων ὠφελία. καὶ ἐγὼ νῦν τοῦτʼ αὐτὸ παρασκευάζων, τῶν τε Πυθαγορείων πέμπω σοι καὶ τῶν διαιρέσεων, καὶ ἄνδρα, ὥσπερ ἐδόκει ἡμῖν τότε, ᾧ γε σὺ καὶ Ἀρχύτης, εἴπερ ἥκει παρά σε Ἀρχύτης, χρῆσθαι δύναισθʼ ἄν. ἔστι δὲ ὄνομα μὲν Ἑλίκων, τὸ δὲ γένος ἐκ Κυζίκου, μαθητὴς δὲ Εὐδόξου καὶ περὶ πάντα τὰ ἐκείνου πάνυ χαριέντως ἔχων· ἔτι δὲ καὶ τῶν Ἰσοκράτους μαθητῶν τῳ συγγέγονεν καὶ Πολυξένῳ τῶν Βρύσωνός τινι ἑταίρων. ὃ δὲ σπάνιον ἐπὶ τούτοις, οὔτε ἄχαρίς ἐστιν ἐντυχεῖν οὔτε κακοήθει ἔοικεν, ἀλλὰ μᾶλλον ἐλαφρὸς καὶ εὐήθης δόξειεν ἂν εἶναι. δεδιὼς δὲ λέγω ταῦτα, ὅτι ὑπὲρ ἀνθρώπου δόξαν ἀποφαίνομαι, οὐ φαύλου ζῴου ἀλλʼ εὐμεταβόλου, πλὴν πάνυ ὀλίγων τινῶν καὶ εἰς ὀλίγα· ἐπεὶ καὶ περὶ τούτου φοβούμενος καὶ ἀπιστῶν ἐσκόπουν αὐτός τε ἐντυγχάνων καὶ ἐπυνθανόμην τῶν πολιτῶν αὐτοῦ, καὶ οὐδεὶς οὐδὲν φλαῦρον ἔλεγεν τὸν ἄνδρα. σκόπει δὲ καὶ αὐτὸς καὶ εὐλαβοῦ. μάλιστα μὲν οὖν, ἂν καὶ ὁπωστιοῦν σχολάζῃς, μάνθανε παρʼ αὐτοῦ καὶ τἆλλα φιλοσόφει· εἰ δὲ μή, ἐκδίδαξαί τινα, ἵνα κατὰ σχολὴν μανθάνων βελτίων γίγνῃ καὶ εὐδοξῇς, ὅπως τὸ διʼ ἐμὲ ὠφελεῖσθαί σοι μὴ ἀνιῇ. καὶ ταῦτα μὲν δὴ ταύτῃ.