Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι; λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτʼ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήν— τοῦτο μὲν γὰρ τάχʼ ἂν ἴσως καὶ ὁ κατοικισμὸς αὐτῆς ἤ τις τόπος, ἢ ποταμοῦ τινος ἢ κρήνης ἢ θεῶν ἐπωνυμία τῶν ἐν τῷ τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλει— τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.

ΚΛ. σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.

ΑΘ. τί δέ; λιμένες ἆρʼ εἰσὶν κατὰ ταῦτα αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;

ΚΛ. εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ὦ ξένε.

ΑΘ. παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν ἡ χώρα; πότερα πάμφορος ἢ καί τινων ἐπιδεής;

ΚΛ. σχεδὸν οὐδενὸς ἐπιδεής.

ΑΘ. γείτων δὲ αὐτῆς πόλις ἆρʼ ἔσται τις πλησίον;

ΚΛ. οὐ πάνυ, διὸ καὶ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.

ΑΘ. τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν;

ΚΛ. προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.

ΑΘ. τραχυτέραν αὐτὴν ἢ πεδιεινοτέραν ἂν λέγοις.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. οὐ τοίνυν ἀνίατός γε ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος ἀλλʼ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός τε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν αὐτὴν φῂς εἶναι, ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρʼ ἑκάστην ἡμέραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιμπλᾶσα αὐτήν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τε εἴη καὶ πάμφορος ἅμα· τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίμπλαιτʼ ἄν, οὗ μεῖζον κακὸν ὡς ἔπος εἰπεῖν πόλει ἀνθʼ ἑνὸς ἓν οὐδὲν ἂν γίγνοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν, ὡς ἔφαμεν, εἰ μεμνήμεθα, ἐν τοῖς πρόσθεν λόγοις.

ΚΛ. ἀλλὰ μεμνήμεθα, καὶ συγχωροῦμεν τότε λέγειν ἡμᾶς ὀρθῶς καὶ τὰ νῦν.

ΑΘ. τί δὲ δή; ναυπηγησίμης ὕλης ὁ τόπος ἡμῖν τῆς χώρας πῶς ἔχει;

ΚΛ. οὐκ ἔστιν οὔτε τις ἐλάτη λόγου ἀξία οὔτʼ αὖ πεύκη, κυπάριττός τε οὐ πολλή· πίτυν τʼ αὖ καὶ πλάτανον ὀλίγην ἂν εὕροι τις, οἷς δὴ πρὸς τὰ τῶν ἐντὸς τῶν πλοίων μέρη ἀναγκαῖον τοῖς ναυπηγοῖς χρῆσθαι ἑκάστοτε.

ΑΘ. καὶ ταῦτα οὐκ ἂν κακῶς ἔχοι τῇ χώρᾳ τῆς φύσεως.

ΚΛ. τί δή;

ΑΘ. μιμήσεις πονηρὰς μιμεῖσθαι τοὺς πολεμίους μὴ ῥᾳδίως δύνασθαί τινα πόλιν ἀγαθόν.

ΚΛ. εἰς δὴ τί τῶν εἰρημένων βλέψας εἶπες ὃ λέγεις;

ΑΘ. ὦ δαιμόνιε, φύλαττέ με εἰς τὸ κατʼ ἀρχὰς εἰρημένον ἀποβλέπων, τὸ περὶ τῶν Κρητικῶν νόμων ὡς πρὸς ἕν τι βλέποιεν, καὶ δὴ καὶ τοῦτʼ ἐλεγέτην αὐτὸ εἶναι σφὼ τὸ πρὸς τὸν πόλεμον, ἐγὼ δὲ ὑπολαβὼν εἶπον ὡς ὅτι μὲν εἰς ἀρετήν ποι βλέποι τὰ τοιαῦτα νόμιμα κείμενα, καλῶς ἔχοι, τὸ δὲ ὅτι πρὸς μέρος ἀλλʼ οὐ πρὸς πᾶσαν σχεδόν, οὐ πάνυ συνεχώρουν· νῦν οὖν ὑμεῖς μοι τῆς παρούσης νομοθεσίας ἀντιφυλάξατε ἑπόμενοι, ἐὰν ἄρα τι μὴ πρὸς ἀρετὴν τεῖνον ἢ πρὸς ἀρετῆς μόριον νομοθετῶ.

ΑΘ. τοῦτον γὰρ δὴ τίθεσθαι τὸν νόμον ὀρθῶς ὑποτίθεμαι μόνον, ὃς ἂν δίκην τοξότου ἑκάστοτε στοχάζηται τούτου ὅτῳ ἂν συνεχῶς τούτων ἀεὶ καλόν τι συνέπηται μόνῳ, τὰ δὲ ἄλλα σύμπαντα παραλείπῃ, ἐάντε τις πλοῦτος ἐάντε ἄρα τι τῶν ἄλλων τῶν τοιούτων ὂν τυγχάνῃ ἄνευ τῶν προειρημένων. τὴν δὲ δὴ μίμησιν ἔλεγον τὴν τῶν πολεμίων τὴν κακὴν τοιάνδε γίγνεσθαι, ὅταν οἰκῇ μέν τις πρὸς θαλάττῃ, λυπῆται δʼ ὑπὸ πολεμίων, οἷον—φράσω γὰρ οὔτι μνησικακεῖν βουλόμενος ὑμῖν—Μίνως γὰρ δή ποτε τοὺς οἰκοῦντας τὴν Ἀττικὴν παρεστήσατο εἰς χαλεπήν τινα φορὰν δασμοῦ, δύναμιν πολλὴν κατὰ θάλατταν κεκτημένος, οἱ δʼ οὔτε πω πλοῖα ἐκέκτηντο, καθάπερ νῦν, πολεμικά, οὔτʼ αὖ τὴν χώραν πλήρη ναυπηγησίμων ξύλων ὥστʼ εὐμαρῶς ναυτικὴν παρασχέσθαι δύναμιν· οὔκουν οἷοί τʼ ἐγένοντο διὰ μιμήσεως ναυτικῆς αὐτοὶ ναῦται γενόμενοι εὐθὺς τότε τοὺς πολεμίους ἀμύνασθαι. ἔτι γὰρ ἂν πλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς συνήνεγκεν, πρὶν ἀντὶ πεζῶν ὁπλιτῶν μονίμων ναυτικοὺς γενομένους ἐθισθῆναι, πυκνὰ ἀποπηδῶντας, δρομικῶς εἰς τὰς ναῦς ταχὺ πάλιν ἀποχωρεῖν, καὶ δοκεῖν μηδὲν αἰσχρὸν ποιεῖν μὴ τολμῶντας ἀποθνῄσκειν μένοντας ἐπιφερομένων πολεμίων, ἀλλʼ εἰκυίας αὐτοῖς γίγνεσθαι προφάσεις καὶ σφόδρα ἑτοίμας ὅπλα τε ἀπολλῦσιν καὶ φεύγουσι δή τινας οὐκ αἰσχράς, ὥς φασιν, φυγάς. ταῦτα γὰρ ἐκ ναυτικῆς ὁπλιτείας ῥήματα φιλεῖ συμβαίνειν, οὐκ ἄξια ἐπαίνων πολλάκις μυρίων, ἀλλὰ τοὐναντίον· ἔθη γὰρ πονηρὰ οὐδέποτε ἐθίζειν δεῖ, καὶ ταῦτα τὸ τῶν πολιτῶν βέλτιστον μέρος. ἦν δέ που τοῦτό γε καὶ παρʼ Ὁμήρου λαβεῖν, ὅτι τὸ ἐπιτήδευμα ἦν τὸ τοιοῦτον οὐ καλόν. Ὀδυσσεὺς γὰρ αὐτῷ λοιδορεῖ τὸν Ἀγαμέμνονα, τῶν Ἀχαιῶν τότε ὑπὸ τῶν Τρώων κατεχομένων τῇ μάχῃ, κελεύοντα τὰς ναῦς εἰς τὴν θάλατταν καθέλκειν, ὁ δὲ χαλεπαίνει τε αὐτῷ καὶ λέγει—

  1. ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀυτῆς
  2. νῆας ἐυσέλμους ἅλαδʼ ἕλκειν, ὄφρʼ ἔτι μᾶλλον
  3. Τρωσὶ μὲν εὐκτὰ γένηται ἐελδομένοισί περ ἔμπης,
  4. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοί
  5. σχήσουσιν πολέμου νηῶν ἅλαδʼ ἑλκομενάων,
  6. ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
  1. ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷʼ ἀγορεύεις.
Hom. Il. 14.96

ΑΘ. ταῦτʼ οὖν ἐγίγνωσκε καὶ ἐκεῖνος, ὅτι κακὸν ἐν θαλάττῃ τριήρεις ὁπλίταις παρεστῶσαι μαχομένοις· καὶ λέοντες ἂν ἐλάφους ἐθισθεῖεν φεύγειν τοιούτοις ἔθεσι χρώμενοι. πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν· διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις. καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη;

ΚΛ. σχεδὸν ἀδύνατον. ἀλλὰ μήν, ὦ ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι.

ΑΘ. καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων λέγουσι ταῦτα. ἡμεῖς δέ, ὦ φίλε, ἐγώ τε καὶ ὅδε, Μέγιλλος, φαμὲν τὴν πεζὴν μάχην τὴν ἐν Μαραθῶνι γενομένην καὶ ἐν Πλαταιαῖς, τὴν μὲν ἄρξαι τῆς σωτηρίας τοῖς Ἕλλησι, τὴν δὲ τέλος ἐπιθεῖναι, καὶ τὰς μὲν βελτίους τοὺς Ἕλληνας ποιῆσαι, τὰς δὲ οὐ βελτίους, ἵνʼ οὕτως λέγωμεν περὶ τῶν τότε συσσωσασῶν ἡμᾶς μαχῶν· πρὸς γὰρ τῇ περὶ Σαλαμῖνα τὴν περὶ τὸ Ἀρτεμίσιόν σοι προσθήσω κατὰ θάλατταν μάχην. ἀλλὰ γὰρ ἀποβλέποντες νῦν πρὸς πολιτείας ἀρετήν, καὶ χώρας φύσιν σκοπούμεθα καὶ νόμων τάξιν, οὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον ἀνθρώποις τιμιώτατον ἡγούμενοι, καθάπερ οἱ πολλοί, τὸ δʼ ὡς βελτίστους γίγνεσθαί τε καὶ εἶναι τοσοῦτον χρόνον ὅσον ἂν ὦσιν· εἴρηται δʼ ἡμῖν οἶμαι καὶ τοῦτο ἐν τοῖς πρόσθεν.

ΚΛ. τί μήν;

ΑΘ. τοῦτο τοίνυν σκοπώμεθα μόνον, εἰ κατὰ τὴν αὐτὴν ὁδὸν ἐρχόμεθα βελτίστην οὖσαν πόλεσι κατοικίσεων πέρι καὶ νομοθεσιῶν.

ΚΛ. καὶ πολύ γε.

ΑΘ. λέγε δὴ τοίνυν τὸ τούτοις ἑξῆς· τίς ὁ κατοικιζόμενος ὑμῖν λεὼς ἔσται; πότερον ἐξ ἁπάσης Κρήτης ὁ ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος ἢ κατὰ τὴν ἐκ τῆς γῆς τροφήν; οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε.

ΑΘ. καίτοι τινὰς ὑμῖν ἔκ τε Ἄργους ὁρῶ καὶ Αἰγίνης καὶ ἄλλοθεν τῶν Ἑλλήνων εἰς τὴν χώραν κατῳκισμένους. τὸ δὲ δὴ παρὸν ἡμῖν λέγε πόθεν ἔσεσθαι φῂς στρατόπεδον τῶν πολιτῶν τὰ νῦν;

ΚΛ. ἔκ τε Κρήτης συμπάσης ἔοικεν γενήσεσθαι, καὶ τῶν ἄλλων δὲ Ἑλλήνων μάλιστά μοι φαίνονται τοὺς ἀπὸ Πελοποννήσου προσδέξασθαι συνοίκους. καὶ γὰρ ὃ νῦν δὴ λέγεις, ἀληθὲς φράζεις, ὡς ἐξ Ἄργους εἰσίν, καὶ τό γε μάλιστʼ εὐδοκιμοῦν τὰ νῦν ἐνθάδε γένος, τὸ Γορτυνικόν· ἐκ Γόρτυνος γὰρ τυγχάνει ἀπῳκηκὸς ταύτης τῆς Πελοποννησιακῆς.

ΑΘ. οὐ τοίνυν εὔκολος ὁμοίως γίγνοιτʼ ἂν ὁ κατοικισμὸς ταῖς πόλεσιν, ὅταν μὴ τὸν τῶν ἐσμῶν γίγνηται τρόπον, ἓν γένος ἀπὸ μιᾶς ἰὸν χώρας οἰκίζηται, φίλον παρὰ φίλων, στενοχωρίᾳ τινὶ πολιορκηθὲν γῆς ἤ τισιν ἄλλοις τοιούτοις παθήμασιν ἀναγκασθέν. ἔστιν δʼ ὅτε καὶ στάσεσιν βιαζόμενον ἀναγκάζοιτʼ ἂν ἑτέρωσε ἀποξενοῦσθαι πόλεώς τι μόριον· ἤδη δέ ποτε καὶ συνάπασα πόλις τινῶν ἔφυγεν, ἄρδην κρείττονι κρατηθεῖσα πολέμῳ. ταῦτʼ οὖν πάντʼ ἐστὶ τῇ μὲν ῥᾴω κατοικίζεσθαί τε καὶ νομοθετεῖσθαι, τῇ δὲ χαλεπώτερα. τὸ μὲν γὰρ ἕν τι εἶναι γένος ὁμόφωνον καὶ ὁμόνομον ἔχει τινὰ φιλίαν, κοινωνὸν ἱερῶν ὂν καὶ τῶν τοιούτων πάντων, νόμους δʼ ἑτέρους καὶ πολιτείας ἄλλας τῶν οἴκοθεν οὐκ εὐπετῶς ἀνέχεται, τὸ δʼ ἐνίοτε πονηρίᾳ νόμων ἐστασιακὸς καὶ διὰ συνήθειαν ζητοῦν ἔτι χρῆσθαι τοῖς αὐτοῖς ἤθεσιν διʼ ἃ καὶ πρότερον ἐφθάρη, χαλεπὸν τῷ κατοικίζοντι καὶ νομοθετοῦντι καὶ δυσπειθὲς γίγνεται· τὸ δʼ αὖ παντοδαπὸν ἐς ταὐτὸν συνερρυηκὸς γένος ὑπακοῦσαι μέν τινων νόμων καινῶν τάχα ἂν ἐθελήσειε μᾶλλον, τὸ δὲ συμπνεῦσαι, καὶ καθάπερ ἵππων ζεῦγος καθʼ ἕνα εἰς ταὐτόν, τὸ λεγόμενον, συμφυσῆσαι, χρόνου πολλοῦ καὶ παγχάλεπον. ἀλλʼ ὄντως ἐστὶν νομοθεσία καὶ πόλεων οἰκισμοὶ πάντων τελεώτατον πρὸς ἀρετὴν ἀνδρῶν.

ΚΛ. εἰκός· ὅπῃ δʼ αὖ βλέπων τοῦτʼ εἴρηκας, φράζʼ ἔτι σαφέστερον.

ΑΘ. ὠγαθέ, ἔοικα περὶ νομοθετῶν ἐπανιὼν καὶ σκοπῶν ἅμα ἐρεῖν τι καὶ φαῦλον· ἀλλʼ ἐὰν πρὸς καιρόν τινα λέγωμεν, πρᾶγμʼ οὐδὲν γίγνοιτʼ ἂν ἔτι. καίτοι τί ποτε δυσχεραίνω; σχεδὸν γάρ τοι πάντα οὕτως ἔοικʼ ἔχειν τὰ ἀνθρώπινα.

ΚΛ. τοῦ δὴ πέρι λέγεις;

ΑΘ. ἔμελλον λέγειν ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσι τὰ πάντα ἡμῖν. ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. ταῦτα δὴ πάντα προϊδών τις ᾄξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νυνδή, τὸ θνητὸν μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τὰ ἀνθρώπινα πράγματα· τὸ δʼ ἔστιν περί τε ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν, ἀλλὰ γὰρ ὁμοίως αὖ καὶ τόδε ἔστιν λέγοντα εὖ λέγειν ἐν τοῖς αὐτοῖς τούτοις.

ΚΛ. τὸ ποῖον;

ΑΘ. ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρός, τἀνθρώπινα διακυβερνῶσι σύμπαντα. ἡμερώτερον μὴν τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἔγωγʼ ἂν θείην. ἢ πῶς;

ΚΛ. οὕτως.

ΑΘ. οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον, καὶ δὴ καὶ νομοθεσίᾳ ταὐτὸν τοῦτο δοτέον· τῶν ἄλλων συμπιπτόντων, ὅσα δεῖ χώρᾳ συντυχεῖν, εἰ μέλλοι ποτὲ εὐδαιμόνως οἰκήσειν, τὸν νομοθέτην ἀληθείας ἐχόμενον τῇ τοιαύτῃ παραπεσεῖν ἑκάστοτε πόλει δεῖν.

ΚΛ. ἀληθέστατα λέγεις.

ΑΘ. οὐκοῦν ὅ γε πρὸς ἕκαστόν τι τῶν εἰρημένων ἔχων τὴν τέχνην κἂν εὔξασθαί που δύναιτο ὀρθῶς, τί παρὸν αὐτῷ διὰ τύχης, τῆς τέχνης ἂν μόνον ἐπιδέοι;

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. οἵ τε ἄλλοι γε δὴ πάντες οἱ νυνδὴ ῥηθέντες, κελευόμενοι τὴν αὑτῶν εὐχὴν εἰπεῖν, εἴποιεν ἄν. ἦ γάρ;

ΚΛ. τί μήν;

ΑΘ. ταὐτὸν δὴ καὶ νομοθέτης οἶμαι δράσειεν.

ΚΛ. ἔγωγʼ οἶμαι.

ΑΘ.φέρε δή, νομοθέτα, πρὸς αὐτὸν φῶμεν, τί σοι καὶ πῶς πόλιν ἔχουσαν δῶμεν, ὃ λαβὼν ἕξεις ὥστʼ ἐκ τῶν λοιπῶν αὐτὸς τὴν πόλιν ἱκανῶς διοικῆσαι;

ΚΛ. τί μετὰ τοῦτʼ εἰπεῖν ὀρθῶς ἔστιν ἄρα;

ΑΘ. τοῦ νομοθέτου φράζομεν τοῦτο, ἦ γάρ;

ΚΛ. ναί.

ΑΘ. τόδε· τυραννουμένην μοι δότε τὴν πόλιν, φήσει· τύραννος δʼ ἔστω νέος καὶ μνήμων καὶ εὐμαθὴς καὶ ἀνδρεῖος καὶ μεγαλοπρεπὴς φύσει· ὃ δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι, καὶ νῦν τῇ τυραννουμένῃ ψυχῇ τοῦτο συνεπέσθω, ἐὰν μέλλῃ τῶν ἄλλων ὑπαρχόντων ὄφελος εἶναί τι.

ΚΛ. σωφροσύνην μοι δοκεῖ φράζειν, ὦ Μέγιλλε, δεῖν εἶναι τὴν συνεπομένην ὁ ξένος. ἦ γάρ;

ΑΘ. τὴν δημώδη γε, ὦ Κλεινία, καὶ οὐχ ἥν τις σεμνύνων ἂν λέγοι, φρόνησιν προσαναγκάζων εἶναι τὸ σωφρονεῖν, ἀλλʼ ὅπερ εὐθὺς παισὶν καὶ θηρίοις, τοῖς μὲν ἀκρατῶς ἔχειν πρὸς τὰς ἡδονάς, σύμφυτον ἐπανθεῖ, τοῖς δὲ ἐγκρατῶς· ὃ καὶ μονούμενον ἔφαμεν τῶν πολλῶν ἀγαθῶν λεγομένων οὐκ ἄξιον εἶναι λόγου. ἔχετε γὰρ ὃ λέγω που.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. ταύτην τοίνυν ἡμῖν ὁ τύραννος τὴν φύσιν ἐχέτω πρὸς ἐκείναις ταῖς φύσεσιν, εἰ μέλλει πόλις ὡς δυνατόν ἐστι τάχιστα καὶ ἄριστα σχήσειν πολιτείαν ἣν λαβοῦσα εὐδαιμονέστατα διάξει. θάττων γὰρ ταύτης καὶ ἀμείνων πολιτείας διάθεσις οὔτʼ ἔστιν οὔτʼ ἄν ποτε γένοιτο.

ΚΛ. πῶς δὴ καὶ τίνι λόγῳ τοῦτο, ὦ ξένε, λέγων ἄν τις ὀρθῶς λέγειν αὑτὸν πείθοι;

ΑΘ. ῥᾴδιόν που τοῦτό γε νοεῖν ἐστʼ, ὦ Κλεινία, κατὰ φύσιν ὡς ἔστι τοῦθʼ οὕτω.

ΚΛ. πῶς λέγεις; εἰ τύραννος γένοιτο, φῄς, νέος, σώφρων, εὐμαθής, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής;

ΑΘ. εὐτυχής, πρόσθες, μὴ κατʼ ἄλλο, ἀλλὰ τὸ γενέσθαι τε ἐπʼ αὐτοῦ νομοθέτην ἄξιον ἐπαίνου, καί τινα τύχην εἰς ταὐτὸν ἀγαγεῖν αὐτῷ· γενομένου γὰρ τούτου, πάντα σχεδὸν ἀπείργασται τῷ θεῷ, ἅπερ ὅταν βουληθῇ διαφερόντως εὖ πρᾶξαί τινα πόλιν. δεύτερον δέ, ἐάν ποτέ τινες δύο ἄρχοντες γίγνωνται τοιοῦτοι, τρίτον δʼ αὖ καὶ κατὰ λόγον ὡσαύτως χαλεπώτερον ὅσῳ πλείους, ὅσῳ δʼ ἐναντίον, ἐναντίως.

ΚΛ. ἐκ τυραννίδος ἀρίστην φῂς γενέσθαι πόλιν ἄν, ὡς φαίνῃ, μετὰ νομοθέτου γε ἄκρου καὶ τυράννου κοσμίου, καὶ ῥᾷστά τε καὶ τάχιστʼ ἂν μεταβαλεῖν εἰς τοῦτο ἐκ τοῦ τοιούτου, δεύτερον δὲ ἐξ ὀλιγαρχίας—ἢ πῶς λέγεις;—καὶ τὸ τρίτον ἐκ δημοκρατίας.

ΑΘ. οὐδαμῶς, ἀλλʼ ἐκ τυραννίδος μὲν πρῶτον, δεύτερον δὲ ἐκ βασιλικῆς πολιτείας, τρίτον δὲ ἔκ τινος δημοκρατίας. τὸ δὲ τέταρτον, ὀλιγαρχία, τὴν τοῦ τοιούτου γένεσιν χαλεπώτατα δύναιτʼ ἂν προσδέξασθαι· πλεῖστοι γὰρ ἐν αὐτῇ δυνάσται γίγνονται.