Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. ἐὰν ὡς πρεσβευτής τις ἢ κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, ἢ πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφʼ αἷς πέμπεται ἀπαγγέλλῃ, ἢ πάλιν αὖ παρὰ τῶν πολεμίων ἢ καὶ φίλων μὴ τὰ παρʼ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς ἢ κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ πάσχειν ἢ ἀποτίνειν, ἐὰν ὄφλῃ.κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον· τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον. μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδʼ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων ἢ βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλʼ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν· οὔτε γὰρ ἀληθὲς οὔτʼ εἰκός, ἀλλʼ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ἢ ποιηταῖς σύμπασιν. ὁ μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, ὁ δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ· ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα ἢ καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ. μικρόν τι γὰρ ὁ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι κέκλοφεν, ὅ τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ· δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος ὁ νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτʼ εἶναι, τὸν δʼ ἀνίατον.

ΑΘ. ξένον μὲν δὴ τῶν δημοσίων ἢ δοῦλον ἄν τίς τι κλέπτοντα ἐν δικαστηρίῳ ἕλῃ, ὡς ἰασίμῳ ἐκ τῶν εἰκότων ὄντι, τί χρὴ παθεῖν ἢ τίνα ζημίαν ἀποτίνειν αὐτὸν ἡ κρίσις γιγνέσθω· τὸν δὲ ἀστὸν καὶ τεθραμμένον ὡς ἔσται τεθραμμένος, ἂν πατρίδα συλῶν ἢ βιαζόμενος ἁλίσκηται, ἐάντʼ ἐπʼ αὐτοφώρῳ ἐάντε μή, σχεδὸν ὡς ἀνίατον ὄντα θανάτῳ ζημιοῦν.στρατιῶν δὲ ἕνεκα πολλὴ μὲν συμβουλή, πολλοὶ δὲ νόμοι γίγνονται κατὰ τρόπον, μέγιστον δὲ τὸ μηδέποτε ἄναρχον μηδένα εἶναι, μήτʼ ἄρρενα μήτε θήλειαν, μηδέ τινος ἔθει ψυχὴν εἰθίσθαι μήτε σπουδάζοντος μήτʼ ἐν παιδιαῖς αὐτὸν ἐφʼ αὑτοῦ τι κατὰ μόνας δρᾶν, ἀλλʼ ἔν τε πολέμῳ παντὶ καὶ ἐν εἰρήνῃ πάσῃ πρὸς τὸν ἄρχοντα ἀεὶ βλέποντα καὶ συνεπόμενον ζῆν, καὶ τὰ βραχύταθʼ ὑπʼ ἐκείνου κυβερνώμενον, οἷον ἑστάναι θʼ ὅταν ἐπιτάττῃ τις καὶ πορεύεσθαι καὶ γυμνάζεσθαι καὶ λοῦσθαι καὶ σιτεῖσθαι καὶ ἐγείρεσθαι νύκτωρ εἴς τε φυλακὰς καὶ παραγγέλσεις, καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μήτε τινὰ διώκειν μήθʼ ὑποχωρεῖν ἄλλῳ ἄνευ τῆς τῶν ἀρχόντων δηλώσεως, ἑνί τε λόγῳ τὸ χωρίς τι τῶν ἄλλων πράττειν διδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν, ἀλλʼ ἁθρόον ἀεὶ καὶ ἅμα καὶ κοινὸν τὸν βίον ὅτι μάλιστα πᾶσι πάντων γίγνεσθαι—τούτου γὰρ οὔτʼ ἔστιν οὔτε ποτὲ μὴ γένηται κρεῖττον οὔτε ἄμεινον οὔτε τεχνικώτερον εἰς σωτηρίαν τὴν κατὰ πόλεμον καὶ νίκην— τοῦτο ἐν εἰρήνῃ μελετητέον εὐθὺς ἐκ τῶν παίδων, ἄρχειν τε ἄλλων ἄρχεσθαί θʼ ὑφʼ ἑτέρων· τὴν δʼ ἀναρχίαν ἐξαιρετέον ἐκ παντὸς τοῦ βίου ἁπάντων τῶν ἀνθρώπων τε καὶ τῶν ὑπʼ ἀνθρώπους θηρίων. καὶ δὴ καὶ χορείας πάσας εἰς τὰς ἀριστείας τὰς κατὰ πόλεμον βλεπούσας χορεύειν, καὶ ὅλην εὐκολίαν τε καὶ εὐχέρειαν ἐπιτηδεύειν τῶν αὐτῶν εἵνεκα, καρτερήσεις τε αὖ σίτων καὶ ποτῶν καὶ χειμώνων καὶ τῶν ἐναντίων καὶ κοίτης σκληρᾶς, καὶ τὸ μέγιστον, τὴν τῆς κεφαλῆς καὶ ποδῶν δύναμιν μὴ διαφθείρειν τῇ τῶν ἀλλοτρίων σκεπασμάτων περικαλυφῇ, τὴν τῶν οἰκείων ἀπολλύντας πίλων τε καὶ ὑποδημάτων γένεσιν καὶ φύσιν·

ΑΘ. ταῦτα γὰρ ἀκρωτήρια ὄντα σῳζόμενά τε ἔχει μεγίστην δύναμιν παντὸς τοῦ σώματος καὶ τοὐναντίον ἐναντίως, καὶ τὸ μὲν ὑπηρετικώτατον ἅπαντι τῷ σώματι, τὸ δὲ ἀρχικώτατον, ἔχον τὰς κυρίας ἁπάσας αἰσθήσεις αὐτοῦ φύσει. ἔπαινον μὲν δὴ τοῦτον ἀκούειν τὸν νέον χρῆν δοκεῖν πολεμικοῦ περὶ βίου, νόμους δʼ αὖ τούσδε· Στρατεύεσθαι τὸν καταλεγέντα ἢ τὸν ἐν μέρει τινὶ τεταγμένον. ἐὰν δέ τις ἐκλείπῃ τινὶ κάκῃ μὴ στρατηγῶν ἀφέντων, γραφὰς ἀστρατείας εἶναι πρὸς τοὺς πολεμικοὺς ἄρχοντας, ὅταν ἔλθωσιν ἀπὸ στρατοπέδου, δικάζειν δὲ τοὺς στρατεύσαντας ἑκάστους χωρίς, ὁπλίτας τε καὶ ἱππέας καὶ τἆλλα ἐμπολέμια ἕκαστα ὡσαύτως, καὶ εἰσάγειν ὁπλίτας μὲν εἰς τοὺς ὁπλίτας, ἱππέας δὲ εἰς τοὺς ἱππέας καὶ τοὺς ἄλλους δὲ κατὰ ταὐτὰ εἰς τοὺς αὑτῶν συννόμους· ἐὰν δέ τις ὄφλῃ, ὑπάρχειν μὲν αὐτῷ μήποτε τῆς ὅλης ἀριστείας ἀγωνιστῇ γενέσθαι μηδὲ ἀστρατείας ἄλλον γράψασθαί ποτε μηδὲ κατηγόρῳ τούτων πέρι γενέσθαι, πρὸς τούτοις δʼ ἔτι προστιμᾶν αὐτῷ τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν. μετὰ δὲ ταῦτα, ἐκδικασθεισῶν τῶν τῆς ἀστρατείας δικῶν, πάλιν ἑκάστων ἄρχοντας ποιῆσαι σύλλογον, ἀριστείων δὲ πέρι κρίνεσθαι τὸν βουλόμενον ἐν τοῖς αὑτῶν ἔθνεσιν, μὴ περὶ προτέρου πολέμου μηδὲν παρεχόμενον μήτε τεκμήριον μήτε μαρτύρων πιστώσεις λόγων, αὐτῆς δὲ περὶ τῆς στρατείας τῆς τότε γενομένης αὐτοῖς. στέφανον δὲ τὸ νικητήριον ἑκάστοις εἶναι θαλλοῦ· τοῦτον δὲ εἰς τὰ τῶν πολεμικῶν θεῶν ἱερά, ὧν ἄν τις βούληται, γράψαντα ἀναθεῖναι μαρτύριον εἰς τὴν τῶν ἀριστείων κρίσιν παντὸς τοῦ βίου καὶ τὴν τῶν δευτέρων καὶ τρίτων. ἐὰν δὲ στρατεύσηται μέν τις, μὴ ἀπαγαγόντων δὲ τῶν ἀρχόντων οἴκαδε προαπέλθῃ τοῦ χρόνου, λιποταξίου τούτων εἶναι γραφὰς ἐν τοῖς αὐτοῖς οἷς περὶ τῆς ἀστρατείας, ὀφλοῦσίν τε τιμωρίαι ἐπέστωσαν αἵπερ καὶ πρόσθεν ἐτέθησαν. χρὴ μὲν δὴ πᾶσαν ἐπιφέροντα δίκην ἀνδρὶ πάντʼ ἄνδρα φοβεῖσθαι τὸ μήτε ἐπενεγκεῖν ψευδῆ τιμωρίαν, μήτʼ οὖν ἑκόντα μήτʼ ἄκοντα κατὰ δύναμιν—παρθένος γὰρ Αἰδοῦς Δίκη λέγεταί τε καὶ ὄντως εἴρηται, ψεῦδος δὲ αἰδοῖ καὶ δίκῃ νεμεσητὸν κατὰ φύσιν—τῶν τε οὖν ἄλλων εὐλαβεῖσθαι πέρι πλημμελεῖν εἰς δίκην, διαφερόντως δὲ καὶ τῆς τῶν κατὰ πόλεμον ὅπλων ἀποβολῆς, μὴ διαμαρτών τις ἄρα τῶν ἀναγκαίων ἀποβολῶν, ὡς αἰσχρὰς αὐτὰς εἰς ὄνειδος τιθείς, ἀναξίῳ ἀναξίας ἐπάγῃ δίκας.

ΑΘ. ῥᾴδιον μὲν οὖν οὐδαμῶς διορίσαι τούτων θάτερον, ὅμως δὲ χρὴ τὸν νόμον ἁμῶς γέ πως ὁρίζειν πειρᾶσθαι κατὰ μέρη. μύθῳ δὴ προσχρώμενοι ἅμʼ εἴπωμεν, εἰ κομισθεὶς ἐπὶ σκηνὴν ἄνευ τῶν ὅπλων Πάτροκλος ἔμπνους ἐγένεθʼ, οἷον δὴ μυρίοις συνέπεσεν, τὰ δὲ πρότερα ἐκεῖνα ὅπλα, ἃ Πηλεῖ φησιν ὁ ποιητὴς παρὰ θεῶν προῖκα ἐν τοῖς γάμοις ἐπιδοθῆναι Θέτιδι, ταῦτα δὲ Ἕκτωρ εἶχεν, ἐξῆν ἂν τῶν τότε ὅσοι κακοὶ ὀνειδίζειν ὅπλων ἀποβολὴν τῷ τοῦ Μενοιτίου. ἔτι δὲ ὁπόσοι κατὰ κρημνῶν ῥιφέντες ἀπώλεσαν ὅπλα, ἢ κατὰ θάλατταν, ἢ χειμώνων ἐν κόποις ὑποδεξαμένης αὐτοὺς ἐξαίφνης πολλῆς ῥύσεως ὕδατος, ἢ μυρίʼ ἂν ἔχοι τις τοιαῦτα παραμυθούμενος ἐπᾴδειν, εὐδιάβολον κακὸν καλλύνων· τεμεῖν δὴ χρεὼν κατὰ δύναμιν τὸ μεῖζον καὶ τὸ δυσχερέστερον κακὸν ἀπὸ τοῦ ἐναντίου. σχεδὸν οὖν ἐν τοῖς ὀνείδεσιν ἔχει τινὰ τομὴν ἡ τούτων τῶν ὀνομάτων ἐπιφορά· ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσιν ὀνομάζοιτʼ ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων. οὐχ ὁμοίως γὰρ ὅ τε ἀφαιρεθεὶς μετʼ εἰκυίας βίας γίγνοιτʼ ἂν ῥίψασπις ὅ τε ἀφεὶς ἑκών, διαφέρει δὲ ὅλον που καὶ τὸ πᾶν. ὧδʼ οὖν δὴ λεγέσθω νόμῳ· ἐὰν καταλαμβανόμενός τις ὑπὸ πολεμίων καὶ ἔχων ὅπλα μὴ ἀναστρέφῃ καὶ ἀμύνηται, ἀφῇ δὲ ἑκὼν ἢ ῥίψῃ, ζωὴν αἰσχρὰν ἀρνύμενος μετὰ κάκης μᾶλλον ἢ μετʼ ἀνδρείας καλὸν καὶ εὐδαίμονα θάνατον, τοιαύτης μὲν ὅπλων ἀποβολῆς ἔστω δίκη ῥιφθέντων, τῆς δὲ εἰρημένης ἔμπροσθεν ὁ δικάζων μὴ ἀμελείτω σκοπεῖν. τὸν γὰρ κακὸν ἀεὶ δεῖ κολάζειν, ἵνʼ ἀμείνων ᾖ, οὐ τὸν δυστυχῆ· οὐδὲν γὰρ πλέον. ζημία δὴ τῷ τὴν τοιαύτην ἀμυντηρίων ὅπλων εἰς τοὐναντίον ἀφέντι δύναμιν τίς ἄρα γίγνοιτʼ ἂν πρόσφορος; οὐ γὰρ δυνατὸν ἀνθρώπῳ δρᾶν τοὐναντίον ὥς ποτε θεόν φασι δρᾶσαι, Καινέα τὸν Θετταλὸν ἐκ γυναικὸς μεταβαλόντα εἰς ἀνδρὸς φύσιν· ἦν γὰρ ἀνδρὶ ῥιψάσπιδι τρόπον τινὰ πρέπουσα πασῶν μάλιστα ἡ ʼκείνῃ τῇ γενέσει ἐναντία γένεσις, εἰς γυναῖκα ἐξ ἀνδρὸς μεταβαλοῦσα, τιμωρία τούτῳ γενομένη.

ΑΘ. νῦν δʼ ὅτι τούτων ἐγγύτατα φιλοψυχίας ἕνεκα, ἵνα τὸν ἐπίλοιπον βίον μὴ κινδυνεύῃ, ζῇ δὲ ὡς πλεῖστον χρόνον ὢν κακὸς ὀνείδει συνεχόμενος, ἔστω νόμος ὅδε ἐπὶ τούτοις· Ἀνὴρ ὃς ἂν ὄφλῃ δίκην ὡς αἰσχρῶς ἀποβαλὼν ὅπλα πολεμικά, τούτῳ μήτʼ οὖν τις στρατηγὸς μήτʼ ἄλλος ποτὲ τῶν κατὰ πόλεμον ἀρχόντων ὡς ἀνδρὶ στρατιώτῃ χρήσηται μηδʼ εἰς τάξιν κατατάξῃ μηδʼ ἡντινοῦν· εἰ δὲ μή, κατευθύνειν αὐτοῦ τὸν εὔθυνον, ἂν μὲν ᾖ τοῦ μεγίστου τιμήματος ὁ τάξας τὸν κακόν, χιλίας, ἂν δὲ τοῦ δευτέρου, πέντε μνᾶς, ἂν δὲ τοῦ τρίτου, τρεῖς μνᾶς, ἂν δὲ τοῦ τετάρτου, μνᾶν. ὁ δὲ ὀφλὼν τὴν δίκην πρὸς τῷ ἀφεῖσθαι τῶν ἀνδρείων κινδύνων κατὰ φύσιν τὴν αὑτοῦ προσαποτεισάτω μισθόν, χιλίας μέν, ἂν τοῦ μεγίστου τιμήματος ᾖ, πέντε δέ, τοῦ δευτέρου, τρεῖς δέ, ἂν τοῦ τρίτου, μνᾶν δὲ ὡσαύτως, καθάπερ οἱ πρόσθεν, τοῦ τετάρτου μέρους.εὐθύνων δὴ πέρι τίς ἡμῖν λόγος ἂν εἴη πρέπων ἀρχόντων γενομένων τῶν μὲν κατὰ τύχην κλήρου καὶ ἐπʼ ἐνιαυτόν, τῶν δʼ εἰς πλείονα ἔτη καὶ ἐκ προκρίτων; τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός, ἄν τίς τί εἴπῃ σκολιὸν αὐτῶν ἢ καμφθεὶς ὑπὸ βάρους μὲν τὴν ἀρχὴν πράξῃ, τῆς δʼ αὑτοῦ δυνάμεως ἐνδείᾳ πρὸς τὴν τῆς ἀρχῆς ἀξίαν; ῥᾴδιον μὲν οὐδαμῶς εὑρεῖν τῶν ἀρχόντων ἄρχοντα ὑπερβάλλοντα πρὸς ἀρετήν, ὅμως δὲ πειρατέον εὐθυντάς τινας ἀνευρίσκειν θείους. ἔχει γὰρ οὖν οὕτω. πολλοὶ καιροὶ πολιτείας λύσεώς εἰσιν, καθάπερ νεὼς ἢ ζῴου τινός, οὓς ἐντόνους τε καὶ ὑποζώματα καὶ νεύρων ἐπιτόνους, μίαν οὖσαν φύσιν διεσπαρμένην, πολλαχοῦ πολλοῖς ὀνόμασιν προσαγορεύομεν· εἷς δὲ οὗτος οὐ σμικρότατος καιρὸς τοῦ σῴζεσθαί τε καὶ διαλυθεῖσαν οἴχεσθαι πολιτείαν. ἂν μὲν γὰρ οἱ τοὺς ἄρχοντας ἐξευθύνοντες βελτίους ὦσιν ἐκείνων, καὶ τοῦτʼ ἐν δίκῃ ἀμέμπτῳ τε καὶ ἀμέμπτως, ἡ πᾶσα οὕτω θάλλει τε καὶ εὐδαιμονεῖ χώρα καὶ πόλις· ἐὰν δʼ ἄλλως τὰ περὶ τὰς εὐθύνας τῶν ἀρχόντων γίγνηται, τότε λυθείσης τῆς τὰ πάντα πολιτεύματα συνεχούσης εἰς ἓν δίκης, ταύτῃ πᾶσα ἀρχὴ διεσπάσθη χωρὶς ἑτέρα ἀπʼ ἄλλης, καὶ οὐκ εἰς τὸ αὐτὸ ἔτι νεύουσαι, πολλὰς ἐκ μιᾶς τὴν πόλιν ποιοῦσαι, στάσεων ἐμπλήσασαι ταχὺ διώλεσαν. διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι.

ΑΘ. τεκταινώμεθα δή τινα τρόπον αὐτῶν τοιάνδε γένεσιν. κατʼ ἐνιαυτὸν ἕκαστον μετὰ τροπὰς ἡλίου τὰς ἐκ θέρους εἰς χειμῶνα συνιέναι χρεὼν πᾶσαν τὴν πόλιν εἰς Ἡλίου κοινὸν καὶ Ἀπόλλωνος τέμενος, τῷ θεῷ ἀποφανουμένους ἄνδρας αὑτῶν τρεῖς, ὃν ἂν ἕκαστος αὐτῶν ἡγῆται πάντῃ ἄριστον εἶναι, πλὴν αὑτοῦ, μὴ ἔλαττον πεντήκοντα γεγονότα ἐτῶν. τῶν δὲ προκριθέντων οὓς ἂν πλεῖστοι ἐνέγκωσι, τούτους ἐκλέξαι μέχρι τῶν ἡμίσεων, ἐὰν ἄρτιοι γίγνωνται, περιττοὶ δὲ ἐὰν ὦσιν, ἕνα ἀφελεῖν, ᾧ ἂν ἐλάχισται γένωνται, καταλιπεῖν δὲ τοὺς ἡμίσεις αὐτῶν πλήθει τῶν ψήφων ἀποκρίναντας, ἐὰν δέ τισιν ἴσαι γίγνωνται καὶ τὸν ἥμισυν ἀριθμὸν πλείω ποιῶσιν, ἀφελεῖν τὸ πλέον ἀποκρίναντας νεότητι, τοὺς δʼ ἄλλους ἐγκρίναντας φέρειν αὖθις, μέχριπερ ἂν τρεῖς λειφθῶσιν ἄνισοι· ἐὰν δὲ ἢ πᾶσιν ἢ τοῖν δυοῖν ἴσαι γίγνωνται, τῇ ἀγαθῇ μοίρᾳ καὶ τύχῃ ἐπιτρέψαντας, κλήρῳ διελόντας τὸν νικῶντα καὶ δεύτερον καὶ τρίτον στεφανῶσαι θαλλῷ, καὶ τὰ ἀριστεῖα ἀποδόντας πᾶσιν ἀνειπεῖν ὅτι Μαγνήτων ἡ κατὰ θεὸν πάλιν τυχοῦσα σωτηρίας πόλις, ἀποφήνασα αὑτῆς Ἡλίῳ ἄνδρας τοὺς ἀρίστους τρεῖς, ἀκροθίνιον Ἀπόλλωνι κατὰ τὸν παλαιὸν νόμον ἀνατίθησι κοινὸν καὶ Ἡλίῳ, ὅσονπερ ἂν ἕπωνται χρόνον τῇ κρίσει. τούτους δὲ πρώτῳ μὲν ἐνιαυτῷ δώδεκα εὐθύνους ἀποδεῖξαι, μέχριπερ ἂν ἑκάστῳ πέντε καὶ ἑβδομήκοντα ἔτη συμβῇ γενόμενα, τὸ λοιπὸν δὲ τρεῖς ἀεὶ προσγιγνέσθων κατʼ ἐνιαυτόν· οὗτοι δὲ τὰς ἀρχὰς πάσας δώδεκα μέρη διελόμενοι πάσαις βασάνοις χρώμενοι ἐλευθέραις ἐλεγχόντων. οἰκούντων δέ, ὅσον ἂν εὐθύνωσιν χρόνον, ἐν τῷ τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου τεμένει, ἐν ᾧπερ ἐκρίθησαν· καὶ τὰ μὲν ἰδίᾳ ἕκαστος, τὰ δὲ καὶ κοινῇ μετʼ ἀλλήλων κρίναντες τοὺς ἄρξαντας τῇ πόλει, ἀποφηνάντων, εἰς τὴν ἀγορὰν γράμματα καταθέντες, περὶ ἑκάστης ἀρχῆς ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν κατὰ τὴν τῶν εὐθύνων γνώμην. ἥτις δʼ ἂν τῶν ἀρχῶν μὴ ὁμολογῇ κεκρίσθαι δικαίως, εἰς τοὺς ἐκλεκτοὺς δικαστὰς εἰσαγέτω τοὺς εὐθύνους, καὶ ἐὰν μὲν ἀποφύγῃ τις τὰς εὐθύνας, αὐτῶν τῶν εὐθύνων κατηγορείτω, ἐὰν ἐθέλῃ· ἐὰν δὲ ἁλῷ, ἐὰν μὲν ᾖ τῳ θανάτου τετιμημένον ὑπὸ τῶν εὐθύνων, ὥσπερ ἀνάγκη, ἁπλῶς θνῃσκέτω, τῶν δʼ ἄλλων τιμημάτων ὧν ἂν δυνατὸν ᾖ διπλῆν τεῖσαι, διπλασίαν τινέτω. τὰς δʼ εὐθύνας αὐτῶν τούτων ἀκούειν χρὴ τίνες ἔσονται καὶ τίνα τρόπον.