Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. ἧιπερ ἂν ἔχοι ῥᾳστώνης ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν. εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ σύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἄπειρʼ ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως· νῦν δʼ ἔστι θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.

ΚΛ. πῶς αὖ λέγεις;

ΑΘ. ὧδε. ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλʼ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί—γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου—καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὅσον ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν· ταῦτα πάντα συνιδών, ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν, ἐν τῷ παντὶ παρέχοι μάλιστʼ ἂν καὶ ῥᾷστα καὶ ἄριστα. μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπῃ γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.

ΚΛ. τὸ γοῦν εἰκός.

ΑΘ. μεταβάλλει μὲν τοίνυν πάνθʼ ὅσα μέτοχά ἐστιν ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα, εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσιν ζῶντες διαλυθέντες τε τῶν σωμάτων. μείζω δὲ δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμείξασα γίγνηται διαφερόντως τοιαύτη, διαφέροντα καὶ μετέβαλεν τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον.

ΑΘ.

  1. αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
Hom. Od. 19.43 ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γιγνόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφερέσι τοὺς προσφερεῖς καὶ ποιεῖν. ταύτης τῆς δίκης οὔτε σὺ μή ποτε οὔτε εἰ ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξηται περιγενέσθαι θεῶν· ἣν πασῶν δικῶν διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν. οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπʼ αὐτῆς· οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδʼ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τείσεις δὲ αὐτῶν τὴν προσήκουσαν τιμωρίαν εἴτʼ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἀγριώτερον ἔτι διακομισθεὶς τόπον. ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, κᾆτα ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπῃ ποτὲ τῷ παντὶ συμβάλλεται. γιγνώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πῶς οὐ δεῖν δοκεῖς; ἥν τις μὴ γιγνώσκων οὐδʼ ἂν τύπον ἴδοι ποτέ, οὐδὲ λόγον συμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ σύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅτι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς συλλαμβάνοι· εἰ δʼ ἐπιδεὴς ἔτι λόγου τινὸς ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις. ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶν καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγε οὐ παντάπασιν φαύλως ἂν φαίην ἡμῖν ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὖ θεοὺς εἶναι τοῖσιν ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον.

ΚΛ. κάλλιστʼ εἶπες, ποιῶμέν τε ὡς λέγεις.

ΑΘ. φέρε δὴ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ἢ ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσοντας τὸν ἅπαντα ἐντελεχῶς οὐρανόν.

ΚΛ. οὕτως.

ΑΘ. ἀλλʼ ἄρα τίσιν προσφερεῖς τῶν ἀρχόντων; ἢ τίνες τούτοις, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων ἢ πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν· εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις. ἐπειδὴ γὰρ συγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη δή, φαμέν, ἀθάνατός ἐσθʼ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη, σύμμαχοι δὲ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες, ἡμεῖς δʼ αὖ κτῆμα θεῶν καὶ δαιμόνων· φθείρει δὲ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν, βραχὺ δέ τι καὶ τῇδε ἄν τις τῶν τοιούτων ἐνοικοῦν ἡμῖν σαφὲς ἴδοι. ψυχαὶ δέ τινες ἐπὶ γῆς οἰκοῦσαι καὶ ἄδικον λῆμμα κεκτημέναι δῆλον ὅτι θηριώδεις, πρὸς τὰς τῶν φυλάκων ψυχὰς ἄρα κυνῶν ἢ τὰς τῶν νομέων ἢ πρὸς τὰς τῶν παντάπασιν ἀκροτάτων δεσποτῶν προσπίπτουσαι, πείθουσιν θωπείαις λόγων καὶ ἐν εὐκταίαις τισὶν ἐπῳδαῖς, ὡς αἱ φῆμαί φασιν αἱ τῶν κακῶν, ἐξεῖναι πλεονεκτοῦσιν σφίσιν ἐν ἀνθρώποις πάσχειν μηδὲν χαλεπόν· φαμὲν δʼ εἶναί που τὸ νῦν ὀνομαζόμενον ἁμάρτημα, τὴν πλεονεξίαν, ἐν μὲν σαρκίνοις σώμασι νόσημα καλούμενον, ἐν δὲ ὥραις ἐτῶν καὶ ἐνιαυτοῖς λοιμόν, ἐν δὲ πόλεσι καὶ πολιτείαις τοῦτο αὐτό, ῥήματι μετεσχηματισμένον, ἀδικίαν.

ΚΛ. παντάπασι μὲν οὖν.

ΑΘ. τοῦτον δὴ τὸν λόγον ἀναγκαῖον λέγειν τὸν λέγοντα ὡς εἰσὶν συγγνώμονες ἀεὶ θεοὶ τοῖς τῶν ἀνθρώπων ἀδίκοις καὶ ἀδικοῦσιν, ἂν αὐτοῖς τῶν ἀδικημάτων τις ἀπονέμῃ· καθάπερ κυσὶν λύκοι τῶν ἁρπασμάτων σμικρὰ ἀπονέμοιεν, οἱ δὲ ἡμερούμενοι τοῖς δώροις συγχωροῖεν τὰ ποίμνια διαρπάζειν. ἆρʼ οὐχ οὗτος ὁ λόγος ὁ τῶν φασκόντων παραιτητοὺς εἶναι θεούς;

ΚΛ. οὗτος μὲν οὖν.

ΑΘ. τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους φύλακας εἶναι θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν; πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίσῃ τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας;

ΚΛ. μηδαμῶς.

ΑΘ. ἀλλʼ οὔτι μὴν ἡνιόχοισί γε ἐν ἁμίλλῃ συντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς ἑτέροισι τὴν νίκην ζεύγεσι προδοῦναι.

ΚΛ. δεινὴν γὰρ εἰκόνα λέγοις ἂν λέγων τὸν λόγον τοῦτον.

ΑΘ. οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδʼ ἰατροῖς οὐδὲ γεωργοῖς, οὐδὲ νομεῦσιν μὴν οὐδέ τισι κυσὶν κεκηλημένοις ὑπὸ λύκων.

ΚΛ. εὐφήμει· πῶς γὰρ ἄν;

ΑΘ. ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγιστα ἡμῖν οἱ πάντες θεοί;

ΚΛ. πολύ γε.

ΑΘ. τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας, διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετήν, κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρὰ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων;

ΚΛ. οὐδαμῶς· οὔτε ἀνεκτὸς λόγων, τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε εἶναι καὶ ἀσεβέστατος.

ΑΘ. τὰ μὲν δὴ προτεθέντα τρία, θεοί τε ὡς εἰσίν, καὶ ὡς ἐπιμελεῖς, καὶ παρὰ τὸ δίκαιον ὡς παντάπασιν ἀπαραίτητοι, φῶμεν ἱκανῶς ἀποδεδεῖχθαί που;

ΚΛ. πῶς γὰρ οὔ; καὶ σύμψηφοί γε τούτοις τοῖς λόγοις ἐσμέν.

ΑΘ. καὶ μὴν εἴρηνταί γέ πως σφοδρότερον διὰ φιλονικίαν τῶν κακῶν ἀνθρώπων· τούτου γε μὴν ἕνεκα, ὦ φίλε Κλεινία, πεφιλονίκηνται, μή ποτε λόγοις ἡγῶνται κρατοῦντες ἐξουσίαν εἶναι σφίσιν ἃ βούλονται πράττειν οἱ κακοί, ἃ δὴ καὶ ὅσα καὶ οἷα περὶ θεοὺς διανοοῦνται. προθυμία μὲν δὴ διὰ ταῦτα νεωτέρως εἰπεῖν ἡμῖν γέγονεν· εἰ δέ τι καὶ βραχὺ προὔργου πεποιήκαμεν εἰς τὸ πείθειν πῃ τοὺς ἄνδρας ἑαυτοὺς μὲν μισῆσαι, τὰ δʼ ἐναντία πως ἤθη στέρξαι, καλῶς ἡμῖν εἰρημένον ἂν εἴη τὸ προοίμιον ἀσεβείας πέρι νόμων.

ΚΛ. ἀλλὰ ἐλπίς· εἰ δὲ μή, τό γε τοῦ λόγου γένος οὐκ αἰτιάσεται τὸν νομοθέτην.

ΑΘ. μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς. τοῖς δὲ μὴ πειθομένοις ἀσεβείας ὅδε ἔστω πέρι νόμος· ἐάν τις ἀσεβῇ λόγοις εἴτʼ ἔργοις, ὁ παρατυγχάνων ἀμυνέτω σημαίνων πρὸς ἄρχοντας, τῶν δὲ ἀρχόντων οἱ πρῶτοι πυθόμενοι πρὸς τὸ περὶ τούτων ἀποδεδειγμένον κρίνειν δικαστήριον εἰσαγαγόντων κατὰ τοὺς νόμους· ἐὰν δέ τις ἀκούσασα ἀρχὴ μὴ δρᾷ ταῦτα, αὐτὴ ἀσεβείας ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τῶν νόμων. ἐὰν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ἓν ἑκάστῳ τῶν καθʼ ἓν ἀσεβούντων τίμημα.

ΑΘ. δεσμὸς μὲν οὖν ὑπαρχέτω πᾶσιν· δεσμωτηρίων δὲ ὄντων ἐν τῇ πόλει τριῶν, ἑνὸς μὲν κοινοῦ τοῖς πλείστοις περὶ ἀγοράν, σωτηρίας ἕνεκα τοῖς πολλοῖς τῶν σωμάτων, ἑνὸς δὲ περὶ τὸν τῶν νύκτωρ συλλεγομένων σύλλογον, σωφρονιστήριον ἐπονομαζόμενον, ἑνὸς δὲ αὖ κατὰ μέσην τὴν χώραν, ὅπῃπερ ἂν ἔρημός τε καὶ ὡς ὅτι μάλιστα ἀγριώτατος ᾖ τόπος, τιμωρίας ἔχων ἐπωνυμίαν φήμην τινά· περὶ ἀσέβειαν δὲ ὄντων αἰτίαις μὲν τρισίν, αἷσπερ καὶ διήλθομεν, δύο δὲ ἐξ ἑκάστης τῆς τοιαύτης αἰτίας γενομένων, ἓξ ἂν γίγνοιντο ἃ καὶ διακρίσεως ἄξια γένη τῶν περὶ τὰ θεῖα ἐξαμαρτανόντων, οὐκ ἴσης οὐδʼ ὁμοίας δίκης δεόμενα. ᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον, μισοῦντές τε γίγνονται τοὺς κακούς, καὶ τῷ δυσχεραίνειν τὴν ἀδικίαν οὔτε τὰς τοιαύτας πράξεις προσίενται πράττειν, τούς τε μὴ δικαίους τῶν ἀνθρώπων φεύγουσι καὶ τοὺς δικαίους στέργουσιν· οἷς δʼ ἂν πρὸς τῇ δόξῃ τῇ θεῶν ἔρημα εἶναι πάντα ἀκράτειαί τε ἡδονῶν καὶ λυπῶν προσπέσωσι, μνῆμαί τε ἰσχυραὶ καὶ μαθήσεις ὀξεῖαι παρῶσι, τὸ μὲν μὴ νομίζειν θεοὺς ἀμφοῖν ἂν ἐνυπάρχοι κοινὸν πάθος, τῇ δὲ τῶν ἄλλων ἀνθρώπων λώβῃ τὸ μὲν ἐλάττω, τὸ δὲ πλείω κακὰ ἐργάζοιτʼ ἄν. ὁ μὲν γὰρ λόγῳ τε ἂν περὶ θεοὺς παρρησίας εἴη μεστὸς καὶ περὶ θυσίας τε καὶ ὅρκους, καὶ ὡς τῶν ἄλλων καταγελῶν τάχʼ ἂν ἑτέρους τοιούτους ἀπεργάζοιτο, δίκης μὴ τυγχάνων· ὁ δὲ δὴ δοξάζων μὲν καθάπερ ἅτερος, εὐφυὴς δὲ ἐπικαλούμενος, δόλου δὲ καὶ ἐνέδρας πλήρης, ἐξ ὧν μάντεις τε κατασκευάζονται πολλοὶ καὶ περὶ πᾶσαν τὴν μαγγανείαν κεκινημένοι, γίγνονται δὲ ἐξ αὐτῶν ἔστιν ὅτε καὶ τύραννοι καὶ δημηγόροι καὶ στρατηγοί, καὶ τελεταῖς δὲ ἰδίαις ἐπιβεβουλευκότες, σοφιστῶν τε ἐπικαλουμένων μηχαναί. τούτων δὴ πολλὰ μὲν εἴδη γένοιτʼ ἄν, τὰ δὲ νόμων ἄξια θέσεως δύο, ὧν τὸ μὲν εἰρωνικὸν οὐχ ἑνὸς οὐδὲ δυοῖν ἄξια θανάτοιν ἁμαρτάνον, τὸ δὲ νουθετήσεως ἅμα καὶ δεσμῶν δεόμενον.

ΑΘ. ὡσαύτως δὲ καὶ τὸ θεοὺς νομίζον ἀμελεῖν δύʼ ἕτερα γεννᾷ, καὶ τὸ παραιτητοὺς ἄλλα δύο. τούτων δὴ ταύτῃ διεστηκότων, τοὺς μὲν ὑπʼ ἀνοίας ἄνευ κάκης ὀργῆς τε καὶ ἤθους γεγενημένους εἰς τὸ σωφρονιστήριον ὁ δικαστὴς τιθέμενος νόμῳ τιθέσθω μηδὲν ἔλαττον ἐτῶν πέντε, ἐν τούτῳ δὲ τῷ χρόνῳ μηδεὶς τῶν πολιτῶν αὐτοῖς ἄλλος συγγιγνέσθω πλὴν οἱ τοῦ νυκτερινοῦ συλλόγου κοινωνοῦντες, ἐπὶ νουθετήσει τε καὶ τῇ τῆς ψυχῆς σωτηρίᾳ ὁμιλοῦντες· ὅταν δʼ ὁ χρόνος αὐτοῖς ἐξέλθῃ τῶν δεσμῶν, ἐὰν μὲν δοκῇ τις σωφρονεῖν αὐτῶν, οἰκείτω μετὰ τῶν σωφρόνων, ἐὰν δὲ μή, ὀφείλῃ δʼ αὖθις τὴν τοιαύτην δίκην, θανάτῳ ζημιούσθω. ὅσοι δʼ ἂν θηριώδεις γένωνται πρὸς τῷ θεοὺς μὴ νομίζειν ἢ ἀμελεῖς ἢ παραιτητοὺς εἶναι, καταφρονοῦντες δὲ τῶν ἀνθρώπων ψυχαγωγῶσι μὲν πολλοὺς τῶν ζώντων, τοὺς δὲ τεθνεῶτας φάσκοντες ψυχαγωγεῖν καὶ θεοὺς ὑπισχνούμενοι πείθειν, ὡς θυσίαις τε καὶ εὐχαῖς καὶ ἐπῳδαῖς γοητεύοντες, ἰδιώτας τε καὶ ὅλας οἰκίας καὶ πόλεις χρημάτων χάριν ἐπιχειρῶσιν κατʼ ἄκρας ἐξαιρεῖν, τούτων δὲ ὃς ἂν ὀφλὼν εἶναι δόξῃ, τιμάτω τὸ δικαστήριον αὐτῷ κατὰ νόμον δεδέσθαι μὲν ἐν τῷ τῶν μεσογέων δεσμωτηρίῳ, προσιέναι δὲ αὐτοῖς μηδένα ἐλεύθερον μηδέποτε, τακτὴν δὲ ὑπὸ τῶν νομοφυλάκων αὐτοὺς τροφὴν παρὰ τῶν οἰκετῶν λαμβάνειν. ἀποθανόντα δὲ ἔξω τῶν ὁρίων ἐκβάλλειν ἄταφον· ἐὰν δέ τις ἐλεύθερος συνθάπτῃ, δίκας ἀσεβείας τῷ ἐθέλοντι λαγχάνειν ὑπεχέτω. παῖδας δὲ ἂν μὲν καταλείπῃ τῇ πόλει ἱκανούς, οἱ τῶν ὀρφανῶν ἐπιμελούμενοι καὶ τούτων ὡς ὄντων ὀρφανῶν ἐπιμελείσθων μηδὲν χεῖρον τῶν ἄλλων ἀπὸ τῆς ἡμέρας ἧς ἂν ὁ πατὴρ αὐτῶν ὄφλῃ τὴν δίκην.κοινὸν δʼ ἐπὶ τούτοις πᾶσιν νόμον κεῖσθαι χρεών, ὃς ἐλάττω τε εἰς θεοὺς αὐτῶν τοὺς πολλοὺς ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτους ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον. ἔστω γὰρ νόμος ὅδε τοῖς σύμπασιν κείμενος ἁπλῶς· Ἱερὰ μηδὲ εἷς ἐν ἰδίαις οἰκίαις ἐκτήσθω· θύειν δʼ ὅταν ἐπὶ νοῦν ἴῃ τινί, πρὸς τὰ δημόσια ἴτω θύσων, καὶ τοῖς ἱερεῦσί τε καὶ ἱερείαις ἐγχειριζέτω τὰ θύματα, οἷς ἁγνεῖαι τούτων ἐπιμελεῖς. συνευξάσθω δὲ αὐτός τε καὶ ὃν ἂν ἐθέλῃ μετʼ αὐτοῦ συνεύχεσθαι.

ΑΘ.ταῦτα δὲ γιγνόμενα τῶν τοιῶνδε χάριν ἔστω. ἱερὰ καὶ θεοὺς οὐ ῥᾴδιον ἱδρύεσθαι, μεγάλης δὲ διανοίας τινὸς ὀρθῶς δρᾶν τὸ τοιοῦτον, ἔθος τε γυναιξί τε δὴ διαφερόντως πάσαις καὶ τοῖς ἀσθενοῦσι πάντῃ καὶ κινδυνεύουσι καὶ ἀποροῦσιν, ὅπῃ τις ἂν ἀπορῇ, καὶ τοὐναντίον ὅταν εὐπορίας τινὸς λάβωνται, καθιεροῦν τε τὸ παρὸν ἀεὶ καὶ θυσίας εὔχεσθαι καὶ ἱδρύσεις ὑπισχνεῖσθαι θεοῖς καὶ δαίμοσιν καὶ παισὶν θεῶν, ἔν τε φάσμασιν ἐγρηγορότας διὰ φόβους καὶ ἐν ὀνείροις, ὡς δʼ αὕτως ὄψεις πολλὰς ἀπομνημονεύοντας ἑκάσταισί τε αὐτῶν ἄκη ποιουμένους, βωμοὺς καὶ ἱερὰ πάσας μὲν οἰκίας, πάσας δὲ κώμας ἔν τε καθαροῖς ἱδρυομένους ἐμπιμπλάναι καὶ ὅπῃ τις ἔτυχε τῶν τοιούτων. ὧν ἕνεκα χρὴ πάντων ποιεῖν κατὰ τὸν νῦν λεγόμενον νόμον· πρὸς τούτοις δὲ ἕνεκα τῶν ἀσεβούντων, ἵνα μὴ καὶ ταῦτα κλέπτοντες ταῖς πράξεσιν, ἱερά τε καὶ βωμοὺς ἐν ἰδίαις οἰκίαις ἱδρυόμενοι, λάθρᾳ τοὺς θεοὺς ἵλεως οἰόμενοι ποιεῖν θυσίαις τε καὶ εὐχαῖς, εἰς ἄπειρον τὴν ἀδικίαν αὐξάνοντες αὑτοῖς τε ἐγκλήματα πρὸς θεῶν ποιῶνται καὶ τοῖς ἐπιτρέπουσιν, οὖσιν αὐτῶν βελτίοσιν, καὶ πᾶσα οὕτως ἡ πόλις ἀπολαύῃ τῶν ἀσεβῶν τρόπον τινὰ δικαίως. τὸν μὲν δὴ νομοθέτην ὁ θεὸς οὐ μέμψεται· κείσθω γὰρ νόμος οὗτος· μὴ κεκτῆσθαι θεῶν ἐν ἰδίαις οἰκίαις ἱερά, τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια, ἐὰν μὲν ἄδικον μηδὲν τῶν μεγάλων καὶ ἀνοσίων εἰργασμένος ἀνὴρ ἢ καὶ γυνὴ κεκτῆταί τις, ὁ μὲν αἰσθανόμενος καὶ εἰσαγγελλέτω τοῖς νομοφύλαξιν, οἱ δὲ προσταττόντων εἰς τὰ δημόσια ἀποφέρειν ἱερὰ τὰ ἴδια, μὴ πείθοντες δὲ ζημιούντων ἕως ἂν ἀπενεχθῇ· ἐὰν δέ τις ἀσεβήσας μὴ παιδίων ἀλλʼ ἀνδρῶν ἀσέβημα ἀνοσίων γένηται φανερός, εἴτε ἐν ἰδίοις ἱδρυσάμενος εἴτʼ ἐν δημοσίοις θύσας ἱερὰ θεοῖς οἱστισινοῦν, ὡς οὐ καθαρὸς ὢν θύων θανάτῳ ζημιούσθω. τὸ δὲ παίδειον ἢ μὴ κρίναντες οἱ νομοφύλακες, εἰς τὸ δικαστήριον οὕτως εἰσαγαγόντες, τὴν τῆς ἀσεβείας δίκην τούτοις ἐπιτελούντων.

ΑΘ. τὸ δὴ μετὰ ταῦτʼ εἴη συμβολαίων ἂν πρὸς ἀλλήλους ἡμῖν δεόμενα προσηκούσης τάξεως. ἁπλοῦν δέ γέ ἐστίν που τό γε τοιοῦτον· μήτε οὖν τις τῶν ἐμῶν χρημάτων ἅπτοιτο εἰς δύναμιν, μηδʼ αὖ κινήσειεν μηδὲ τὸ βραχύτατον ἐμὲ μηδαμῇ μηδαμῶς πείθων· κατὰ ταὐτὰ δὲ ταῦτα καὶ περὶ τὰ τῶν ἄλλων ἐγὼ δρῴην, νοῦν ἔχων ἔμφρονα. θησαυρὸν δὴ λέγωμεν πρῶτον τῶν τοιούτων ὅν τις αὑτῷ καὶ τοῖς αὑτοῦ κειμήλιον ἔθετο, μὴ τῶν ἐμῶν ὢν πατέρων· μήθʼ εὑρεῖν ποτε θεοῖς εὐξαίμην μήθʼ εὑρὼν κινήσαιμι, μηδʼ αὖ τοῖς λεγομένοις μάντεσιν ἀνακοινώσαιμι τοῖς ἁμῶς γέ πώς μοι συμβουλεύουσιν ἀνελεῖν τὴν γῇ παρακαταθήκην. οὐ γάρ ποτε τοσοῦτον εἰς χρημάτων ὠφεληθείην ἂν κτῆσιν ἀνελών, ὅσον εἰς ὄγκον πρὸς ἀρετὴν ψυχῆς καὶ τὸ δίκαιον ἐπιδιδοίην μὴ ἀνελόμενος, κτῆμα ἀντὶ κτήματος ἄμεινον ἐν ἀμείνονι κτησάμενος, δίκην ἐν τῇ ψυχῇ πλούτου προτιμήσας ἐν οὐσίᾳ κεκτῆσθαι πρότερον· ἐπὶ πολλοῖς γὰρ δὴ λεγόμενον εὖ τὸ μὴ κινεῖν τὰ ἀκίνητα καὶ περὶ τούτου λέγοιτʼ ἂν ὡς ἑνὸς ἐκείνων ὄντος. πείθεσθαι δὲ χρὴ καὶ τοῖς περὶ ταῦτα λεγομένοις μύθοις, ὡς εἰς παίδων γενεὰν οὐ σύμφορα τὰ τοιαῦτα· ὃς δʼ ἂν παίδων τε ἀκηδὴς γένηται καί, τοῦ θέντος τὸν νόμον ἀμελήσας, ἃ μήτε αὐτὸς κατέθετο μήτε αὖ πατέρων τις πατήρ, μὴ πείσας τὸν θέμενον ἀνέληται, κάλλιστον νόμων διαφθείρων, ἁπλούστατον καὶ οὐδαμῇ ἀγεννοῦς ἀνδρὸς νομοθέτημα, ὃς εἶπεν· ἃ μὴ κατέθου, μὴ ἀνέλῃ—τούτοιν τοῖν δυοῖν νομοθέταιν καταφρονήσαντα καὶ ἀνελόμενον, οὔτι σμικρόν, ὃ μὴ κατέθετο αὐτός, πλῆθος δʼ ἔστιν ὅτε θησαυροῦ παμμέγεθες, τί χρὴ πάσχειν;

ΑΘ. ὑπὸ μὲν δὴ θεῶν, ὁ θεὸς οἶδεν· ὁ δὲ κατιδὼν πρῶτος ἀγγελλέτω, ἐὰν μὲν ἐν ἄστει γίγνηται τὸ τοιοῦτον, τοῖς ἀστυνόμοις, ἐὰν δὲ τῆς πόλεως ἐν ἀγορᾷ που, τοῖσιν ἀγορανόμοις, ἐὰν δὲ τῆς ἄλλης χώρας, ἀγρονόμοις τε καὶ τοῖς τούτων ἄρχουσι δηλωσάτω. δηλωθέντων δέ, ἡ πόλις εἰς Δελφοὺς πεμπέτω· ὅτι δʼ ἂν ὁ θεὸς ἀναιρῇ περί τε τῶν χρημάτων καὶ τοῦ κινήσαντος, τοῦτο ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύσας δέ, κακίας· δοῦλος δʼ ἐὰν ᾖ, μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτʼ ἂν ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν, μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω. τούτῳ δʼ ἑπόμενον ἑξῆς ἂν γίγνοιτο τὸ περὶ σμικρὰ καὶ μεγάλα ταὐτὸν τοῦτο νόμιμον συνακολουθεῖν. ἄν τις τῶν αὑτοῦ τι καταλείπῃ που ἑκὼν εἴτʼ ἄκων, ὁ προστυγχάνων ἐάτω κεῖσθαι, νομίζων φυλάττειν ἐνοδίαν δαίμονα τὰ τοιαῦτα ὑπὸ τοῦ νόμου τῇ θεῷ καθιερωμένα. ἂν δὲ παρὰ ταῦτά τις ἀπειθῶν ἀναιρούμενος οἴκαδε φέρῃ, ἂν μὲν σμικρᾶς τιμῆς ἄξιον ὢν δοῦλος, ὑπὸ τοῦ προστυγχάνοντος μὴ ἔλαττον τριακονταέτους πολλὰς πληγὰς μαστιγούσθω· ἐὰν δέ τις ἐλεύθερος, πρὸς τῷ ἀνελεύθερος εἶναι δοκεῖν καὶ ἀκοινώνητος νόμων, δεκαπλάσιον τῆς τιμῆς τοῦ κινηθέντος ἀποτινέτω τῷ καταλιπόντι. ἐὰν δέ τις ἐπαιτιᾶται τῶν αὑτοῦ χρημάτων ἔχειν τινὰ πλέον ἢ καὶ σμικρότερον, ὁ δὲ ὁμολογῇ μὲν ἔχειν, μὴ τὸ ἐκείνου δέ, ἂν μὲν ἀπογεγραμμένον ᾖ παρὰ τοῖς ἄρχουσιν τὸ κτῆμα κατὰ νόμον, τὸν ἔχοντα καλείσθω πρὸς τὴν ἀρχήν, ὁ δὲ καθιστάτω. γενομένου δὲ ἐμφανοῦς, ἐὰν ἐν τοῖς γράμμασιν ἀπογεγραμμένον φαίνηται ποτέρου τῶν ἀμφισβητούντων, ἔχων οὗτος ἀπίτω· ἐὰν δέ τινος ἄλλου τῶν μὴ παρόντων, ὁπότερος ἂν παράσχῃ τὸν ἐγγυητὴν ἀξιόχρεων, ὑπὲρ τοῦ ἀπόντος ὡς παραδώσων ἐκείνῳ κατὰ τὴν ἐκείνου ἀφαίρεσιν ἀφαιρείσθω. ἐὰν δὲ παρὰ τοῖς ἄρχουσι τὸ ἀμφισβητούμενον μὴ ἀπογεγραμμένον ᾖ, κείσθω μὲν μέχρι δίκης παρὰ τρισὶ τῶν ἀρχόντων τοῖς πρεσβυτάτοις, ἐὰν δὲ τὸ μεσεγγυωθὲν θρέμμα ᾖ, τὸν νικηθέντα περὶ αὐτοῦ δίκῃ τὴν τροφὴν ἐκτίνειν τοῖς ἄρχουσιν· τὴν δὲ κρίσιν διαδικάζειν ἐντὸς τριῶν ἡμερῶν τοὺς ἄρχοντας.ἀγέτω τὸν ἑαυτοῦ δοῦλον ὁ βουλόμενος, ἐὰν ἔμφρων ᾖ, χρησόμενος ὅτι ἂν ἐθέλῃ τῶν ὁπόσα ὅσια· ἀγέτω δὲ καὶ ὑπὲρ ἄλλου τῶν οἰκείων ἢ φίλων τὸν ἀφεστῶτα ἐπὶ σωτηρίᾳ. ἐὰν δέ τις ἀφαιρῆταί τινα εἰς ἐλευθερίαν ὡς δοῦλον ἀγόμενον, μεθιέτω μὲν ὁ ἄγων, ὁ δὲ ἀφαιρούμενος ἐγγυητὰς τρεῖς ἀξιόχρεως καταστήσας, οὕτως ἀφαιρείσθω κατὰ ταῦτα, ἄλλως δὲ μή·

ΑΘ. ἐὰν δὲ παρὰ ταῦτά τις ἀφαιρῆται, τῶν βιαίων ἔνοχος ἔστω, καὶ ἁλοὺς τὴν διπλασίαν τοῦ ἐπιγραφέντος βλάβους τῷ ἀφαιρεθέντι τινέτω. ἀγέτω δὲ καὶ τὸν ἀπελεύθερον, ἐάν τις μὴ θεραπεύῃ τοὺς ἀπελευθερώσαντας ἢ μὴ ἱκανῶς· θεραπεία δὲ φοιτᾶν τρὶς τοῦ μηνὸς τὸν ἀπελευθερωθέντα πρὸς τὴν τοῦ ἀπελευθερώσαντος ἑστίαν, ἐπαγγελλόμενον ὅτι χρὴ δρᾶν τῶν δικαίων καὶ ἅμα δυνατῶν, καὶ περὶ γάμου ποιεῖν ὅτιπερ ἂν συνδοκῇ τῷ γενομένῳ δεσπότῃ. πλουτεῖν δὲ τοῦ ἀπελευθερώσαντος μὴ ἐξεῖναι μᾶλλον· τὸ δὲ πλέον γιγνέσθω τοῦ δεσπότου. μὴ πλείω δὲ εἴκοσιν ἐτῶν μένειν τὸν ἀφεθέντα, ἀλλὰ καθάπερ καὶ τοὺς ἄλλους ξένους ἀπιέναι λαβόντα τὴν αὑτοῦ πᾶσαν οὐσίαν, ἐὰν μὴ πείσῃ τούς τε ἄρχοντας καὶ τὸν ἀπελευθερώσαντα. ἐὰν δὲ τῷ ἀπελευθερωθέντι ἢ καὶ τῶν ἄλλων τῳ ξένων οὐσία πλείων γίγνηται τοῦ τρίτου μεγέθει τιμήματος, ᾗ ἂν τοῦτο ἡμέρᾳ γένηται, τριάκοντα ἡμερῶν ἀπὸ ταύτης τῆς ἡμέρας λαβὼν ἀπίτω τὰ ἑαυτοῦ, καὶ μηδεμία τῆς μονῆς παραίτησις ἔτι τούτῳ παρʼ ἀρχόντων γιγνέσθω· ἐὰν δέ τις ἀπειθῶν τούτοις εἰσαχθεὶς εἰς δικαστήριον ὄφλῃ, θανάτῳ τε ζημιούσθω καὶ τὰ χρήματα αὐτοῦ γιγνέσθω δημόσια. δίκαι δʼ ἔστωσαν τούτων ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν μὴ πρότερον ἐν γείτοσιν ἢ ἐν αἱρετοῖσιν δικασταῖς ἀπαλλάττωνται πρὸς ἀλλήλους τῶν ἐγκλημάτων. ἐὰν δὲ ὡς αὑτοῦ ἐφάπτηται ζῴου καὶ ὁτουοῦν ἤ τινος ἑτέρου τῶν αὑτοῦ χρημάτων, ἀναγέτω μὲν ὁ ἔχων εἰς πρατῆρα ἢ τὸν δόντα ἀξιόχρεών τε καὶ ἔνδικον ἤ τινι τρόπῳ παραδόντα ἄλλῳ κυρίως, εἰς μὲν πολίτην ἢ καὶ μέτοικον τῶν ἐν τῇ πόλει ἡμερῶν τριάκοντα, εἰς δὲ ξενικὴν παράδοσιν πέντε μηνῶν, ἧς μέσος ὁ μὴν ἐν ᾧ τρέπεται θερινὸς ἥλιος εἰς τὰ χειμερινά. ὅσα δὲ διά τινος ὠνῆς ἢ καὶ πράσεως ἀλλάττηταί τις ἕτερος ἄλλῳ, διδόντα ἐν χώρᾳ τῇ τεταγμένῃ ἑκάστοις κατʼ ἀγορὰν καὶ δεχόμενον ἐν τῷ παραχρῆμα τιμήν, οὕτως ἀλλάττεσθαι, ἄλλοθι δὲ μηδαμοῦ, μηδʼ ἐπὶ ἀναβολῇ πρᾶσιν μηδὲ ὠνὴν ποιεῖσθαι μηδενός· ἐὰν δὲ ἄλλως ἢ ἐν ἄλλοις τόποις ὁτιοῦν ἀνθʼ ὁτουοῦν διαμείβηται ἕτερος ἄλλῳ, πιστεύων πρὸς ὃν ἂν ἀλλάττηται, ποιείτω ταῦτα ὡς οὐκ οὐσῶν δικῶν κατὰ νόμον περὶ τῶν μὴ πραθέντων κατὰ τὰ νῦν λεγόμενα. ἐράνων δὲ πέρι, τὸν βουλόμενον ἐρανίζειν φίλον παρὰ φίλοις· ἐὰν δέ τις διαφορὰ γίγνηται περὶ τῆς ἐρανίσεως, οὕτω πράττειν ὡς δικῶν μηδενὶ περὶ τούτων μηδαμῶς ἐσομένων.