Euthydemus
Plato
Plato, creator. Platonis Opera Tomvs III Tetralogia V-VII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1903.
ΣΩ. πάνυ γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.—οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;—τοὐμοῦ γʼ, ἔφην ἐγώ.—ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.—οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου;—ἕτερος μέντοι.—ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;—ἔστι ταῦτα.—οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς οὐκ ἂν πατήρ ἐστιν.—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ. καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός;—πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος.—ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός;—ὁ αὐτὸς μέντοι.—οὐκ ἂν συμβουλοίμην. ἀλλὰ πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;—καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;—ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος.—τί δέ; ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;—μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.—ἀλλʼ ἔστιν, ἔφη.—πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; πάντων, ἔφη.—ἦ καὶ μήτηρ ἡ μήτηρ;—καὶ ἡ μήτηρ γε.—καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.—καὶ ἡ σή γʼ, ἔφη.—καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.—καὶ γὰρ σύ, ἔφη.—κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.—καὶ γὰρ σοί, ἔφη. αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;—καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.—ἔστιν οὖν αὐτῷ κυνίδια;—καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα.—οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;—ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα.—τί οὖν; οὐ σός ἐστιν ὁ κύων;—πάνυ γʼ, ἔφη.—οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός; καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;—καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη· οὐ γὰρ δύναμαι σέ.—οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;