Euthydemus

Plato

Plato, creator. Platonis Opera Tomvs III Tetralogia V-VII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1903.

ΣΩ. ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε; πάνυ γʼ, ἔφη. τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν; εἶτʼ, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος ὑπολαβών, οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ; καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ οὐκ ἔχω ὅτι χρῶμαι τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις; ἀλλʼ ὃ σὺ λέγεις, ἔφη, τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι· ἐπεὶ ἀπόκριναι. πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐκ ἀποκρίνῃ; ἔφη. ἦ καὶ δίκαιον; δίκαιον μέντοι, ἔφη. κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ; λαλεῖς, ἔφη, ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι. πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα. πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα; τὰ ψυχὴν ἔχοντα. οἶσθα οὖν τι, ἔφη, ῥῆμα ψυχὴν ἔχον; μὰ Δία οὐκ ἔγωγε. τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα; τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ;