Euthydemus
Plato
Plato, creator. Platonis Opera Tomvs III Tetralogia V-VII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1903.
ΣΩ.τί δέ, ἔφη, ὦ Κτήσιππε, ὁ Εὐθύδημος, ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι ψεύδεσθαι;—νὴ Δία, ἔφη, εἰ μὴ μαίνομαί γε.—πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ λέγοντα;—λέγοντα, ἔφη.—οὐκοῦν εἴπερ λέγει αὐτό, οὐκ ἄλλο λέγει τῶν ὄντων ἢ ἐκεῖνο ὅπερ λέγει;—πῶς γὰρ ἄν; ἔφη ὁ Κτήσιππος.—ἓν μὴν κἀκεῖνό γʼ ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων.—πάνυ γε.—οὐκοῦν ὁ ἐκεῖνο λέγων τὸ ὄν, ἔφη, λέγει;—ναί.—ἀλλὰ μὴν ὅ γε τὸ ὂν λέγων καὶ τὰ ὄντα τἀληθῆ λέγει· ὥστε ὁ Διονυσόδωρος, εἴπερ λέγει τὰ ὄντα, λέγει τἀληθῆ καὶ οὐδὲν κατὰ σοῦ ψεύδεται. ναί, ἔφη· ἀλλʼ ὁ ταῦτα λέγων, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, οὐ τὰ ὄντα λέγει. καὶ ὁ Εὐθύδημος, τὰ δὲ μὴ ὄντα, ἔφη, ἄλλο τι ἢ οὐκ ἔστιν;—οὐκ ἔστιν.—ἄλλο τι οὖν οὐδαμοῦ τά γε μὴ ὄντα ὄντα ἐστίν;—οὐδαμοῦ.—ἔστιν οὖν ὅπως περὶ ταῦτα, τὰ μὴ ὄντα, πράξειεν ἄν τίς τι, ὥστʼ ἐκεῖνα ποιήσειεν ἂν καὶ ὁστισοῦν τὰ μηδαμοῦ ὄντα;—οὐκ ἔμοιγε δοκεῖ, ἔφη ὁ Κτήσιππος.—τί οὖν; οἱ ῥήτορες ὅταν λέγωσιν ἐν τῷ δήμῳ, οὐδὲν πράττουσι;—πράττουσι μὲν οὖν, ἦ δʼ ὅς.—οὐκοῦν εἴπερ πράττουσι, καὶ ποιοῦσι;—ναί.—τὸ λέγειν ἄρα πράττειν τε καὶ ποιεῖν ἐστιν;—ὡμολόγησεν.—οὐκ ἄρα τά γε μὴ ὄντʼ, ἔφη, λέγει οὐδείς—ποιοῖ γὰρ ἂν ἤδη τί· σὺ δὲ ὡμολόγηκας τὸ μὴ ὂν μὴ οἷόν τʼ εἶναι μηδένα ποιεῖν— ὥστε κατὰ τὸν σὸν λόγον οὐδεὶς ψευδῆ λέγει, ἀλλʼ εἴπερ λέγει Διονυσόδωρος, τἀληθῆ τε καὶ τὰ ὄντα λέγει. νὴ Δία, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε· ἀλλὰ τὰ ὄντα μὲν τρόπον τινὰ λέγει, οὐ μέντοι ὥς γε ἔχει. πῶς λέγεις, ἔφη ὁ Διονυσόδωρος, ὦ Κτήσιππε; εἰσὶν γάρ τινες οἳ λέγουσι τὰ πράγματα ὡς ἔχει;—εἰσὶν μέντοι, ἔφη, οἱ καλοί τε κἀγαθοὶ καὶ οἱ τἀληθῆ λέγοντες.—τί οὖν; ἦ δʼ ὅς· τἀγαθὰ οὐκ εὖ, ἔφη, ἔχει, τὰ δὲ κακὰ κακῶς;—συνεχώρει.—τοὺς δὲ καλούς τε καὶ ἀγαθοὺς ὁμολογεῖς λέγειν ὡς ἔχει τὰ πράγματα;—ὁμολογῶ.—κακῶς ἄρα, ἔφη, λέγουσιν, ὦ Κτήσιππε, οἱ ἀγαθοὶ τὰ κακά, εἴπερ ὡς ἔχει λέγουσιν.—ναὶ μὰ Δία, ἦ δʼ ὅς, σφόδρα γε, τοὺς γοῦν κακοὺς ἀνθρώπους· ὧν σύ, ἐάν μοι πείθῃ, εὐλαβήσῃ εἶναι, ἵνα μή σε οἱ ἀγαθοὶ κακῶς λέγωσιν. ὡς εὖ ἴσθʼ ὅτι κακῶς λέγουσιν οἱ ἀγαθοὶ τοὺς κακούς.—καὶ τοὺς μεγάλους, ἔφη ὁ Εὐθύδημος, μεγάλως λέγουσι καὶ τοὺς θερμοὺς θερμῶς;—μάλιστα δήπου, ἔφη ὁ Κτήσιππος· τοὺς γοῦν ψυχροὺς ψυχρῶς λέγουσί τε καὶ φασὶν διαλέγεσθαι.—σὺ μέν, ἔφη ὁ Διονυσόδωρος, λοιδορῇ, ὦ Κτήσιππε, λοιδορῇ.