Lysis
Plato
Plato, creator. Platonis Opera Tomvs III Tetralogia V-VII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1903.
πῶς λέγεις; ἦν δʼ ἐγώ. βουλόμενοί σε μακάριον εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;—μὰ Δίʼ οὐ μέντοι ἄν, ἔφη, ἐῷεν.—ἀλλὰ τίνα μήν;—ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων.—πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;—ἀλλὰ τί μήν; ἔφη.—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.—πόθεν, ἦ δʼ ὅς, ἐῷεν;—τί δέ; ἦν δʼ ἐγώ· οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;—καὶ μάλα, ἔφη, τῷ ὀρεοκόμῳ.—δούλῳ ὄντι ἢ ἐλευθέρῳ;—δούλῳ, ἔφη.—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ διακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;—πῶς γάρ, ἔφη, ἐπιτρέπουσιν;—ἀλλʼ ἄρχει τίς σου;—ὅδε, παιδαγωγός, ἔφη.—μῶν δοῦλος ὤν;—ἀλλὰ τί μήν; ἡμέτερός γε, ἔφη.—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;—ἄγων δήπου, ἔφη, εἰς διδασκάλου.—μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ διδάσκαλοι;—πάντως δήπου.—παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.—καὶ ὃς γελάσας, μὰ Δία, ἔφη, ὦ Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην.—Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;—μὰ Δίʼ οὐκ ἔγωγε, ἔφη.