Philebus

Plato

Plato, creator. Platonis Opera Tomvs II Tetralogia III-IV, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1901-10.

ΠΡΩ. πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.

ΣΩ. ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.

ΠΡΩ. οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω.

ΣΩ. διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;

ΠΡΩ. εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.

ΣΩ. τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.

ΠΡΩ. ἄγʼ ὅπῃ σοι φαίνεται.

ΣΩ. τῇδε δὴ ἄγω.

ΠΡΩ. πῇ;

ΣΩ. δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;

ΠΡΩ. ἔστιν.

ΣΩ. ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.

ΠΡΩ. πάνυ γε.

ΣΩ. οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε;

ΠΡΩ. καὶ μάλα.

ΣΩ. ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν;

ΠΡΩ. πῶς;

ΣΩ. πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ;

ΠΡΩ. φαίην ἄν.

ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε;

ΠΡΩ. πῶς;

ΣΩ. τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;

ΠΡΩ. τί μήν;

ΣΩ. ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;

ΠΡΩ. καὶ πάνυ γε.

ΣΩ. καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.

ΠΡΩ. μάλα γε.

ΣΩ. κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;

ΠΡΩ. τί μήν;

ΣΩ. ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.

ΠΡΩ. πῶς;

ΣΩ. ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ τοῦτο τὸ πάθημα, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.

ΠΡΩ. πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.

ΣΩ. ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.

ΠΡΩ. τίνα;

ΣΩ. ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.

ΠΡΩ. πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;

ΣΩ. ὅταν ἀπʼ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρʼ ἡμῖν;

ΠΡΩ. σφόδρα μὲν οὖν.

ΣΩ. οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;

ΠΡΩ. παντάπασιν.

ΣΩ. εἰ δὴ ταῦτʼ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;

ΠΡΩ. περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.

ΣΩ. οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντʼ ἄν, ὥσθʼ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;

ΠΡΩ. ἀληθέστατα.

ΣΩ. πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;

ΠΡΩ. σφόδρα γε.

ΣΩ. ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;

ΠΡΩ. παντάπασι μὲν οὖν.

ΣΩ. ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν;

ΠΡΩ. τί μήν;

ΣΩ. τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ τοὐναντίον ἐκείνῳ;

ΠΡΩ. πῶς δʼ οὔ;

ΣΩ. πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;

ΠΡΩ. τί δʼ οὔ;

ΣΩ. λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;

ΠΡΩ. ναί.

ΣΩ. καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα· καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.

ΠΡΩ. τί δʼ οὔ;

ΣΩ. τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ τὸ πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;

ΠΡΩ. καὶ μάλα φατέον.

ΣΩ. οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.

ΠΡΩ. τί μήν;

ΣΩ. ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.

ΠΡΩ. ἀναγκαιότατα λέγεις.

ΣΩ. εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.

ΠΡΩ. εἰσίν.

ΣΩ. οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε.

ΠΡΩ. πάνυ γε.

ΣΩ. καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;

ΠΡΩ. ναί.

ΣΩ. τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;

ΠΡΩ. πῶς;

ΣΩ. ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.

ΠΡΩ. καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.

ΣΩ. οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;

ΠΡΩ. οὐκ ἄλλως.

ΣΩ. οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.