Philebus

Plato

Plato, creator. Platonis Opera Tomvs II Tetralogia III-IV, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1901-10.

ΣΩ. πώματος, ἢ πληρώσεως πώματος;

ΠΡΩ. οἶμαι μὲν πληρώσεως.

ΣΩ. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.

ΠΡΩ. σαφέστατά γε.

ΣΩ. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;

ΠΡΩ. καὶ πῶς;

ΣΩ. ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.

ΠΡΩ. πῶς γὰρ οὔ;

ΣΩ. οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.

ΠΡΩ. ναί.

ΣΩ. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.

ΠΡΩ. ἀναγκαῖον.

ΣΩ. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.

ΠΡΩ. ναί.

ΣΩ. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο;

ΠΡΩ. σχεδὸν οὐδενί.

ΣΩ. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.

ΠΡΩ. πῶς;

ΣΩ. ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.

ΠΡΩ. καὶ μάλα.

ΣΩ. ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.

ΠΡΩ. πάνυ γε.

ΣΩ. τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.

ΠΡΩ. ὀρθότατα.

ΣΩ. διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.

ΠΡΩ. ἀληθέστατα.

ΣΩ. ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.

ΠΡΩ. ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;

ΣΩ. ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.

ΠΡΩ. ἔστι ταῦτα.

ΣΩ. τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται;

ΠΡΩ. πῶς ἐν μέσῳ;

ΣΩ. διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ὧν γενομένων παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω· τί τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;

ΠΡΩ. φῶμεν μὲν οὖν.

ΣΩ. πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα;

ΠΡΩ. μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.

ΣΩ. πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;

ΠΡΩ. καὶ μάλα γε.

ΣΩ. μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις τοῖς χρόνοις ἀλγεῖν;

ΠΡΩ. ἀνάγκη.

ΣΩ. τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.

ΠΡΩ. κινδυνεύει.

ΣΩ. τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι διπλοῦν;

ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες.

ΣΩ. ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ;

ΠΡΩ. πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;

ΣΩ. πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;

ΠΡΩ. δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν.

ΣΩ. πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.

ΠΡΩ. ἀληθῆ λέγεις.

ΣΩ. ἀλλʼ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ ʼκείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.

ΠΡΩ. ἴσως τοῦτό γε.

ΣΩ. χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.

ΠΡΩ. ὀρθῶς.

ΣΩ. λέγε δή μοι· θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δʼ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. οὔτε δὴ ὄναρ οὔθʼ ὕπαρ, ὡς φῄς, ἐστιν οὔτʼ ἐν μανίαις οὔτʼ ἐν παραφροσύναις οὐδεὶς ἔσθʼ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδʼ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δʼ οὔ.

ΠΡΩ. πάνθʼ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.

ΣΩ. ἆρʼ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτʼ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;

ΠΡΩ. σκεπτέον, ὥς γʼ ἐγὼ φαίην ἄν.

ΣΩ. διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;

ΠΡΩ. ναί.

ΣΩ. καὶ ἥδεσθαι;

ΠΡΩ. ναί.

ΣΩ. καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;

ΠΡΩ. πῶς δʼ οὔ;

ΣΩ. καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται;

ΠΡΩ. καὶ πάνυ γε.

ΣΩ. οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτʼ ἀπολεῖ.

ΠΡΩ. ναί, καὶ τοῦθʼ οὕτως ἔχει.

ΣΩ. ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.

ΠΡΩ. σκεπτέον.

ΣΩ. ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι;

ΠΡΩ. ναί.

ΣΩ. πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον.

ΠΡΩ. δῆλον.

ΣΩ. ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.

ΠΡΩ. παντάπασι μὲν οὖν.

ΣΩ. ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;

ΠΡΩ. ἀλλὰ τί μήν, ὦ Σώκρατες;

ΣΩ. τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;

ΠΡΩ. ἀναγκαῖον.

ΣΩ. ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν;

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;

ΠΡΩ. ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.

ΣΩ. καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.

ΠΡΩ. πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.

ΣΩ. ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.

ΠΡΩ. οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω.

ΣΩ. διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;

ΠΡΩ. εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.

ΣΩ. τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.

ΠΡΩ. ἄγʼ ὅπῃ σοι φαίνεται.

ΣΩ. τῇδε δὴ ἄγω.

ΠΡΩ. πῇ;

ΣΩ. δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;

ΠΡΩ. ἔστιν.

ΣΩ. ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.

ΠΡΩ. πάνυ γε.

ΣΩ. οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε;

ΠΡΩ. καὶ μάλα.

ΣΩ. ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν;

ΠΡΩ. πῶς;

ΣΩ. πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ;

ΠΡΩ. φαίην ἄν.

ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε;

ΠΡΩ. πῶς;

ΣΩ. τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;

ΠΡΩ. τί μήν;

ΣΩ. ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;

ΠΡΩ. καὶ πάνυ γε.

ΣΩ. καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.

ΠΡΩ. μάλα γε.

ΣΩ. κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;

ΠΡΩ. τί μήν;

ΣΩ. ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.

ΠΡΩ. πῶς;

ΣΩ. ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ τοῦτο τὸ πάθημα, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.

ΠΡΩ. πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.

ΣΩ. ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.

ΠΡΩ. τίνα;

ΣΩ. ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.

ΠΡΩ. πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;

ΣΩ. ὅταν ἀπʼ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρʼ ἡμῖν;

ΠΡΩ. σφόδρα μὲν οὖν.

ΣΩ. οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;

ΠΡΩ. παντάπασιν.

ΣΩ. εἰ δὴ ταῦτʼ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;

ΠΡΩ. περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.

ΣΩ. οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντʼ ἄν, ὥσθʼ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;

ΠΡΩ. ἀληθέστατα.

ΣΩ. πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;

ΠΡΩ. σφόδρα γε.

ΣΩ. ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;

ΠΡΩ. παντάπασι μὲν οὖν.

ΣΩ. ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν;

ΠΡΩ. τί μήν;

ΣΩ. τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ τοὐναντίον ἐκείνῳ;

ΠΡΩ. πῶς δʼ οὔ;

ΣΩ. πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;

ΠΡΩ. τί δʼ οὔ;

ΣΩ. λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;

ΠΡΩ. ναί.

ΣΩ. καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα· καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.

ΠΡΩ. τί δʼ οὔ;

ΣΩ. τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ τὸ πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;

ΠΡΩ. καὶ μάλα φατέον.

ΣΩ. οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.

ΠΡΩ. τί μήν;

ΣΩ. ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.

ΠΡΩ. ἀναγκαιότατα λέγεις.

ΣΩ. εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.

ΠΡΩ. εἰσίν.

ΣΩ. οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε.

ΠΡΩ. πάνυ γε.

ΣΩ. καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;

ΠΡΩ. ναί.

ΣΩ. τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;

ΠΡΩ. πῶς;

ΣΩ. ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.

ΠΡΩ. καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.

ΣΩ. οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;

ΠΡΩ. οὐκ ἄλλως.

ΣΩ. οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.