Parmenides
Plato
Plato, creator. Platonis Opera Tomvs II Tetralogia III-IV, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1901-10.
οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερʼ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα τοῦ ἑτέρου.πῶς γάρ;εἰ δὲ μήτε αὑτοῖς ἕτερά ἐστι μήτε τῷ ἑτέρῳ, οὐ πάντῃ ἤδη ἂν ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων;ἐκφεύγοι.ἀλλὰ μὴν οὐδὲ τοῦ ἑνός γε μετέχει τὰ μὴ ἕν· οὐ γὰρ ἂν μὴ ἓν ἦν, ἀλλά πῃ ἂν ἓν ἦν.ἀληθῆ.οὐδʼ ἂν ἀριθμὸς εἴη ἄρα τὰ μὴ ἕν· οὐδὲ γὰρ ἂν οὕτω μὴ ἓν ἦν παντάπασιν, ἀριθμόν γε ἔχοντα.οὐ γὰρ οὖν.τί δέ; τὰ μὴ ἓν τοῦ ἑνὸς ἆρα μόριά ἐστιν; ἢ κἂν οὕτω μετεῖχε τοῦ ἑνὸς τὰ μὴ ἕν;μετεῖχεν.εἰ ἄρα πάντῃ τὸ μὲν ἕν ἐστι, τὰ δὲ μὴ ἕν, οὔτʼ ἂν μόριον τῶν μὴ ἓν τὸ ἓν εἴη οὔτε ὅλον ὡς μορίων· οὔτε αὖ τὰ μὴ ἓν τοῦ ἑνὸς μόρια, οὔτε ὅλα ὡς μορίῳ τῷ ἑνί.οὐ γάρ.ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια μήτε ὅλα μήτε ἕτερα ἀλλήλων ταὐτὰ ἔσεσθαι ἀλλήλοις.ἔφαμεν γάρ.φῶμεν ἄρα καὶ τὸ ἓν πρὸς τὰ μὴ ἓν οὕτως ἔχον τὸ αὐτὸ εἶναι αὐτοῖς;φῶμεν.τὸ ἓν ἄρα, ὡς ἔοικεν, ἕτερόν τε τῶν ἄλλων ἐστὶν καὶ ἑαυτοῦ καὶ ταὐτὸν ἐκείνοις τε καὶ ἑαυτῷ.κινδυνεύει φαίνεσθαι ἐκ γε τοῦ λόγου. ἆρʼ οὖν καὶ ὅμοιόν τε καὶ ἀνόμοιον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις;ἴσως.ἐπειδὴ γοῦν ἕτερον τῶν ἄλλων ἐφάνη, καὶ τἆλλά που ἕτερα ἂν ἐκείνου εἴη.τί μήν;οὐκοῦν οὕτως ἕτερον τῶν ἄλλων, ὥσπερ καὶ τἆλλα ἐκείνου, καὶ οὔτε μᾶλλον οὔτε ἧττον;τί γὰρ ἄν;εἰ ἄρα μήτε μᾶλλον μήτε ἧττον, ὁμοίως.ναί.οὐκοῦν ᾗ ἕτερον εἶναι πέπονθεν τῶν ἄλλων καὶ τἆλλα ἐκείνου ὡσαύτως, ταύτῃ ταὐτὸν ἂν πεπονθότα εἶεν τό τε ἓν τοῖς ἄλλοις καὶ τἆλλα τῷ ἑνί.πῶς λέγεις;ὧδε· ἕκαστον τῶν ὀνομάτων οὐκ ἐπί τινι καλεῖς;ἔγωγε.τί οὖν; τὸ αὐτὸ ὄνομα εἴποις ἂν πλεονάκις ἢ ἅπαξ;ἔγωγε.πότερον οὖν ἐὰν μὲν ἅπαξ εἴπῃς, ἐκεῖνο προσαγορεύεις οὗπέρ ἐστι τοὔνομα, ἐὰν δὲ πολλάκις, οὐκ ἐκεῖνο; ἢ ἐάντε ἅπαξ ἐάντε πολλάκις ταὐτὸν ὄνομα φθέγξῃ, πολλὴ ἀνάγκη σε ταὐτὸν καὶ λέγειν ἀεί;τί μήν;οὐκοῦν καὶ τὸ ἕτερον ὄνομά ἐστιν ἐπί τινι;πάνυ γε.ὅταν ἄρα αὐτὸ φθέγγῃ, ἐάντε ἅπαξ ἐάντε πολλάκις, οὐκ ἐπʼ ἄλλῳ οὐδὲ ἄλλο τι ὀνομάζεις ἢ ἐκεῖνο οὗπερ ἦν ὄνομα.ἀνάγκη.ὅταν δὴ λέγωμεν ὅτι ἕτερον μὲν τἆλλα τοῦ ἑνός, ἕτερον δὲ τὸ ἓν τῶν ἄλλων, δὶς τὸ ἕτερον εἰπόντες οὐδέν τι μᾶλλον ἐπʼ ἄλλῃ, ἀλλʼ ἐπʼ ἐκείνῃ τῇ φύσει αὐτὸ ἀεὶ λέγομεν ἧσπερ ἦν τοὔνομα.πάνυ μὲν οὖν.