Parmenides

Plato

Plato, creator. Platonis Opera Tomvs II Tetralogia III-IV, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1901-10.

οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον.οὐκ ἔοικε.κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον.ἀκίνητον.ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον.φαμὲν γάρ.οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν.τί δή;ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν.πάνυ μὲν οὖν.ἀλλʼ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι.οὐ γὰρ οὖν.οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ.οὐκ ἔοικεν.ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν.οὐ γὰρ οἷόν τε.τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται.οὔκουν δὴ φαίνεταί γε.οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη.πῇ δή;ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν.ἀληθῆ.καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλʼ ἕτερον ἑνός.οὐ γὰρ οὖν.ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται.οὐ γάρ.ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί.ὀρθῶς.τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει;οὐ δῆτα.ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται ἕτερον.ὀρθῶς.οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται.πῶς δʼ οὔ;οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ.τί δή;ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται.ἀλλὰ τί μήν;τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλʼ οὐχ ἕν.ἀληθῆ.ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν.πάνυ γε.εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν.ἀδύνατον.οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη.οὐ γὰρ οὖν.