Sophist
Plato
Plato, creator. Platonis Opera Tomvs I Tetralogia I-II, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1900-06.
ΘΕΑΙ. τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.
ΞΕ. εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.
ΘΕΑΙ. μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.
ΞΕ. πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;
ΘΕΑΙ. οὐδαμῶς.
ΞΕ. τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;
ΘΕΑΙ. τοῦ δὴ πέρι;
ΞΕ. καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.
ΘΕΑΙ. σχολῇ μεντἄν.
ΞΕ. νῦν δέ γʼ ἐθέλουσιν;
ΘΕΑΙ. καὶ μάλα.
ΞΕ. δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.
ΘΕΑΙ. πῶς γὰρ οὔ;
ΞΕ. δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;
ΘΕΑΙ. ναί.
ΞΕ. πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.
ΘΕΑΙ. τί μήν;
ΞΕ. οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἀδύνατον;
ΞΕ. δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.
ΘΕΑΙ. παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.
ΞΕ. λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.
ΘΕΑΙ. τὸ ποῖον δή;
ΞΕ. τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.
ΘΕΑΙ. τὸ ποῖον;
ΞΕ. εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα—
ΘΕΑΙ. πῶς πάντα εἶπες;
ΞΕ. τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γʼ ἡμῖν εὐθὺς ἀγνοεῖς· τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.
ΘΕΑΙ. οὐ γὰρ οὖν.
ΞΕ. λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.
ΘΕΑΙ. πῶς λέγεις;
ΞΕ. εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη—