Cratylus
Plato
Plato, creator. Platonis Opera Tomvs I Tetralogia I-II, Burnet, John, 1863- 1928, editor. Oxford University Press. 1905.
ΣΩ. καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,
μή μʼ ἀπογυιώσῃς μένεος.ηομ. ιλ. 6.265ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. μηχανὴ γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι· τὸ γὰρ μῆκός πως τὸ πολὺ σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, μήκους τε καὶ τοῦ ἄνειν, τὸ ὄνομα ἡ μηχανή. ἀλλʼ, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· ἀρετὴ γὰρ καὶ κακία ὅτι βούλεται τὰ ὀνόματα ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δʼ ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν κακία ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτʼ ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ δειλίᾳ, ὃ οὔπω διήλθομεν ἀλλʼ ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δʼ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ λίαν ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν ὁ λίαν καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτʼ οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δʼ ἐπὶ τοιούτοις ἡ κακία ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ ἀρετὴ ἂν εἴη, σημαῖνον πρῶτον μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, ὃ ὀρθῶς μὲν ἔχει ἀειρείτην καλεῖν, ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης, συγκεκρότηται δὲ καὶ καλεῖται ἀρετή. καὶ ἴσως με αὖ φήσεις πλάττειν· ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, ἡ κακία, καὶ τοῦτο τὸ ὄνομα τὴν ἀρετὴν ὀρθῶς ἔχειν.
ΕΡΜ. τὸ δὲ δὴ κακόν, διʼ οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;
ΣΩ. ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.
ΕΡΜ. ποίαν ταύτην;
ΣΩ. τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.
ΕΡΜ. καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλʼ εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ καλὸν καὶ τὸ αἰσχρὸν πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.
ΣΩ. τὸ μὲν τοίνυν αἰσχρὸν καὶ δὴ κατάδηλόν μοι φαίνεται ὃ νοεῖ· καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο τὸ ἀεισχοροῦν· νῦν δὲ συγκροτήσαντες αἰσχρὸν καλοῦσιν.
ΕΡΜ. τί δὲ τὸ καλόν;
ΣΩ. τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό· ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.
ΕΡΜ. πῶς δή;
ΣΩ. τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.
ΕΡΜ. πῶς λέγεις;
ΣΩ. φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρʼ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;
ΕΡΜ. πάντως που.
ΣΩ. οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;
ΕΡΜ. ναί.
ΣΩ. οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;
ΕΡΜ. φαίνεται.
ΣΩ. οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;
ΕΡΜ. πάνυ γε.
ΣΩ. τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;
ΕΡΜ. οὕτως ἔγωγε.
ΣΩ. καὶ τὸ καλοῦν ἄρα καλά;
ΕΡΜ. δεῖ γέ τοι.
ΣΩ. ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ καλὸν τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.
ΕΡΜ. φαίνεται.
ΣΩ. τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;