Cratylus
Plato
Plato, creator. Platonis Opera Tomvs I Tetralogia I-II, Burnet, John, 1863- 1928, editor. Oxford University Press. 1905.
ΣΩ. κατὰ τὴν αὑτῶν ἄρα φύσιν καὶ αἱ πράξεις πράττονται, οὐ κατὰ τὴν ἡμετέραν δόξαν. οἷον ἐάν τι ἐπιχειρήσωμεν ἡμεῖς τῶν ὄντων τέμνειν, πότερον ἡμῖν τμητέον ἐστὶν ἕκαστον ὡς ἂν ἡμεῖς βουλώμεθα καὶ ᾧ ἂν βουληθῶμεν, ἢ ἐὰν μὲν κατὰ τὴν φύσιν βουληθῶμεν ἕκαστον τέμνειν τοῦ τέμνειν τε καὶ τέμνεσθαι καὶ ᾧ πέφυκε, τεμοῦμέν τε καὶ πλέον τι ἡμῖν ἔσται καὶ ὀρθῶς πράξομεν τοῦτο, ἐὰν δὲ παρὰ φύσιν, ἐξαμαρτησόμεθά τε καὶ οὐδὲν πράξομεν;
ΕΡΜ. ἔμοιγε δοκεῖ οὕτω.
ΣΩ. οὐκοῦν καὶ ἐὰν κάειν τι ἐπιχειρήσωμεν, οὐ κατὰ πᾶσαν δόξαν δεῖ κάειν, ἀλλὰ κατὰ τὴν ὀρθήν; αὕτη δʼ ἐστὶν ᾗ ἐπεφύκει ἕκαστον κάεσθαί τε καὶ κάειν καὶ ᾧ ἐπεφύκει;
ΕΡΜ. ἔστι ταῦτα.
ΣΩ. οὐκοῦν καὶ τἆλλα οὕτω;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ἆρʼ οὖν οὐ καὶ τὸ λέγειν μία τις τῶν πράξεών ἐστιν;
ΕΡΜ. ναί.
ΣΩ. πότερον οὖν ᾗ ἄν τῳ δοκῇ λεκτέον εἶναι, ταύτῃ λέγων ὀρθῶς λέξει, ἢ ἐὰν μὲν ᾗ πέφυκε τὰ πράγματα λέγειν τε καὶ λέγεσθαι καὶ ᾧ, ταύτῃ καὶ τούτῳ λέγῃ, πλέον τέ τι ποιήσει καὶ ἐρεῖ· ἂν δὲ μή, ἐξαμαρτήσεταί τε καὶ οὐδὲν ποιήσει;
ΕΡΜ. οὕτω μοι δοκεῖ ὡς λέγεις.
ΣΩ. οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν; διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.
ΕΡΜ. πάνυ γε.
ΣΩ. οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς τίς ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;
ΕΡΜ. ναί.
ΣΩ. αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλʼ αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;
ΕΡΜ. ἔστι ταῦτα.
ΣΩ. οὐκοῦν καὶ ὀνομαστέον ἐστὶν ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλʼ οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;
ΕΡΜ. φαίνεταί μοι.
ΣΩ. φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;
ΕΡΜ. ναί.
ΣΩ. καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;
ΕΡΜ. πάνυ γε.
ΣΩ. καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;
ΕΡΜ. ἔστι ταῦτα.
ΣΩ. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;
ΕΡΜ. τρύπανον.
ΣΩ. τί δὲ ᾧ κερκίζειν;
ΕΡΜ. κερκίς.
ΣΩ. τί δὲ ᾧ ὀνομάζειν;
ΕΡΜ. ὄνομα.
ΣΩ. εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.
ΕΡΜ. πάνυ γε.
ΣΩ. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς; οὐχ ᾧ κερκίζομεν;
ΕΡΜ. ναί.
ΣΩ. κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;
ΕΡΜ. ναί.
ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;
ΕΡΜ. οὐκ ἔχω λέγειν.
ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.
ΕΡΜ. ναί.
ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς;
ΕΡΜ. πῶς δʼ οὔ;
ΣΩ. ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.
ΕΡΜ. ναί.
ΣΩ. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;
ΕΡΜ. τῷ τοῦ τέκτονος.
ΣΩ. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;
ΕΡΜ. ὁ τὴν τέχνην.
ΣΩ. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;
ΕΡΜ. τῷ τοῦ χαλκέως.
ΣΩ. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;
ΕΡΜ. ὁ τὴν τέχνην.
ΣΩ. εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;
ΕΡΜ. οὐδὲ τοῦτʼ ἔχω.
ΣΩ. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;
ΕΡΜ. οὐ δῆτα.
ΣΩ. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι εἶναι ὁ παραδιδοὺς αὐτά;
ΕΡΜ. ἔοικεν.
ΣΩ. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;
ΕΡΜ. δοκεῖ μοι.
ΣΩ. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;
ΕΡΜ. ὁ τὴν τέχνην.
ΣΩ. οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι ἐστὶν ἀλλά τινος ὀνοματουργοῦ· οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.
ΕΡΜ. ἔοικεν.
ΣΩ. ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται· ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;
ΕΡΜ. πάνυ γε.
ΣΩ. τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;
ΕΡΜ. πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.
ΣΩ. οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;
ΕΡΜ. ἔμοιγε δοκεῖ.
ΣΩ. οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει, ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;
ΕΡΜ. ναί.
ΣΩ. καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος· τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ τὸ ἔργον, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλʼ οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.
ΕΡΜ. πάνυ γε.
ΣΩ. καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.
ΕΡΜ. ἔστι ταῦτα.
ΣΩ. φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.
ΕΡΜ. ναί.
ΣΩ. ἆρʼ οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης; εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν δεῖ τοῦτο ἀμφιγνοεῖν· οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον· ἀλλʼ ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. ἦ γάρ;
ΕΡΜ. πάνυ γε.
ΣΩ. οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι;
ΕΡΜ. πάνυ γε.
ΣΩ. τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος ὁ ὑφάντης;
ΕΡΜ. εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον.
ΣΩ. τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρʼ οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτʼ εὖ εἴργασται εἴτε μή;
ΕΡΜ. πάνυ γε.
ΣΩ. τίς;
ΕΡΜ. ὁ κιθαριστής.
ΣΩ. τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ;
ΕΡΜ. κυβερνήτης.
ΣΩ. τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τʼ ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρʼ οὐχ ὅσπερ χρήσεται;
ΕΡΜ. ναί.
ΣΩ. ἆρʼ οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;
ΕΡΜ. ναί.
ΣΩ. τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν;
ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο.
ΣΩ. τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.
ΕΡΜ. φαίνεται.
ΣΩ. νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.
ΕΡΜ. ἔστι ταῦτα.
ΣΩ. κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.