Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ἄν ᾖ ἡ πόλις μεγάλη καὶ μὴ ἱκανοὶ ὦσιν οἱ ἐν τῇ πόλει ἄνθρωποι περιίστασθαι ἐν κύκλῳ τὴν πόλιν, τοῖς δὲ ὑπάρχουσι θέλῃς αὐτὴν διαφυλάξαι, χρὴ τῆς πόλεως ὅσα ἂν ᾖ εὐπρόσοδα οἰκοδομεῖν ὕψη ἐκ τῶν ὑπαρχόντων, ἵνα, ἄν τινες τῶν πολεμίων ἢ λαθραίως ἢ βίᾳ ἀναβῶσιν, ἐν ἀπειρίᾳ

γενόμενοι μὴ δύνωνται καταπηδᾶν ἀφʼ ὑψηλῶν, ἅμα παντάπασι μὴ ἔχοντες ὅπῃ καταβαίνωσιν. παρὰ δὲ τὰ ᾠκοδομημένα ἔνθεν καὶ ἔνθεν φυλασσόντων ἐκ τῶν ὑπαρχόντων ἀνθρώπων, ἵνα τοὺς καταπηδῶντας ἀπὸ τῶν ὑψηλῶν διαφθείρωσιν.

Διονύσιος δὲ πόλιν ὑποχείριον ποιησάμενος, ἀνδρῶν τῶν μὲν ἐν τῇ πόλει τεθνηκότων, τῶν δὲ πεφευγότων, ἠθέλησε κατασχεῖν· ἦν δὲ μείζων ἢ ὥστε ὑπʼ ὀλίγων φυλάσσεσθαι.

ἐπιμελητὰς μὲν οὖν τινὰς μετʼ ὀλίγων οὓς ἐνεδέχετο ἐπέστησε, τῶν δὲ ἐν τῇ πόλει τὰ μέγιστα δυναμένων τοῖς οἰκέταις συνῴκισεν τῶν δεσποτῶν τὰς θυγατέρας καὶ γυναῖκας καὶ ἀδελφάς· οὕτω γὰρ οὖν ᾤετο μάλιστα πολεμιωτάτους ἔσεσθαι τοῖς δεσπόταις καὶ αὑτῷ πιστοτέρους.

Σινωπεῖς δὲ πρὸς Δαταμᾶν πολεμοῦντες ἐπεὶ ἐν κινδύνῳ ἦσαν καὶ σπάνει ἀνδρῶν, τῶν γυναικῶν τὰ ἐπιεικέστατα σώματα μορφώσαντες καὶ ὁπλίσαντες ὡς ἐς ἄνδρας μάλιστα, ἀντὶ ὅπλων καὶ περικεφαλαίων τούς τε κάδους καὶ τὰ ὁμότροπα τούτοις δόντες χαλκώματα, περιῆγον τοῦ τείχους ᾗ μάλιστα οἱ πολέμιοι ὄψεσθαι ἔμελλον.

βάλλειν δὲ οὐκ εἴων αὐτάς· πόρρωθεν γὰρ κατάδηλος βάλλουσα γυνή. ποιοῦντες δὲ ταῦτα τοὺς αὐτομόλους ἐφύλασσον μὴ διαγγελθῇ.

Ἐὰν δὲ θέλῃς ἐπὶ τῷ τείχει περιόδους πλείους

φαίνεσθαι, χρὴ περιιέναι ἐπὶ δύο, ἔχοντας τὰ δόρατα τὸν ἕνα στίχον ἐπὶ τῷ ἀριστερῷ ὤμῳ, τὸν δʼ ἕτερον ἐπὶ τῷ δεξιῷ· καὶ οὕτω φανοῦνται εἰς τέσσαρας.

ἐὰν δὲ κατὰ τρία περιίωσι, τὸν μὲν πρῶτον ἄνδρα ἐπὶ τῷ δεξιῷ ὤμῳ ἔχειν τὸ δόρυ, τὸν δʼ ἕτερον ἐπὶ τῷ ἀριστερῷ· καὶ οἱ ἄλλοι κατὰ ταὐτά. καὶ οὕτω φανοῦνται εἷς δύο.

Περὶ δὲ τροφῆς ἀσίτου καὶ ὧν σπάνις ἐν πολιορκίᾳ καὶ ὑδάτων ὡς δεῖ πότιμα ποιεῖν, ἐν τῇ Παρασκευαστικῇ βύβλῳ δεδήλωται. ἐπεὶ δὲ ταῦθʼ ἡμῖν εἴρηται, περὶ ναυτικῆς τάξεως δίειμι.

Ναυτικοῦ δὲ στρατεύματος δύο εἰσὶ στόλοι...