Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἐὰν δὲ ἀρτία ᾖ τῷ τείχει ἡ κλῖμαξ, τὴν μὲν κλίμακα οὐχ οἷόν τε ἀπωθεῖν, τὰ δὲ ὑπερβαίνοντα χρὴ ἀπῶσαι. ἐὰν δὲ ταῦτα μὲν ἀδύνατα δοκῇ εἶναι, πεποιῆσθαι χρὴ οἷον θύραν ἐκ σανίδων, ἔπειτʼ ἐπὰν προσφέρηται ἡ κλῖμαξ, προϋποτιθέναι τῇ κλίμακι τῇ προσφερομένῃ· ὅταν δὲ προσίῃ ἡ κλῖμαξ πρὸς τὴν θύραν, ἐξ ἀνάγκης ὑπαχθείσης τῆς θύρας ἡ κλῖμαξ πίπτει, σπονδύλου προϋποτιθεμένου, οὐδὲ προσσταθῆναι δυνήσεται.

Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν.