Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ἐὰν δέ τι οἱ πολέμιοι πειρῶνται ἐμπιμπράναι ἰσχυρᾷ σκευασίᾳ πυρός, σβεννύειν χρὴ αὐτὸ ὄξει· οὐ γὰρ ἔτι ῥᾳδίως ἐξάπτεται. μᾶλλον δὲ ἰξῷ προαλείφειν· τούτου γὰρ πῦρ οὐχ ἅπτεται.

τοὺς δὲ κατασβεννύντας ἀπὸ τῶν ὑψηλοτέρων ἔχειν περὶ τὸ πρόσωπον ἔρυμα, ἵνα ἧσσον ὀχλῶνται προσαϊσσούσης αὐτοῖς τῆς φλογός.

Αὐτὸν δὲ πῦρ σκευάζειν ἰσχυρὸν ὧδε, ὅπερ οὐ πάνυ τι κατασβέννυται. πίσσαν, θεῖον, στυππεῖον, μάνναν λιβανωτοῦ, δᾳδὸς πρίσματα ἐν ἀγγείοις ἐξάπτοντα προσφέρειν, ἐὰν βούλῃ τῶν πολεμίων τι ἐμπρησθῆναι.

Ταῖς δὲ τῶν κλιμάκων προσθέσεσιν ἀντιοῦσθαι ὧδε. ἐὰν μὲν ὑπερέχῃ τοῦ τείχους ἡ κλῖμαξ προστεθεῖσα, χρή, ὅταν ἐπʼ ἄκρων ᾖ ὁ ἀναβαίνων,

τότε ἀπῶσαι τὸν ἄνδρα ἢ τὴν κλίμακα ξύλῳ δικρῷ, ἐὰν μὴ ἄλλως κωλύειν δύνῃ διὰ τὸ ὑποτοξεύεσθαι·