Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
καὶ ὅταν ἢ πύλην ἢ ἄλλο τι τοῦ τείχους διακόπτῃ, χρὴ βρόχῳ τὸ προΐσχον ἀναλαμβάνεσθαι, ἵνα μὴ δύνηται προσπίπτειν τὸ μηχάνημα.
καὶ παρασκευάζεσθαι δὲ ὅπως λίθος ἁμαξοπληθὴς ἀφιέμενος ἐμπίπτῃ καὶ συντρίβῃ τὸ τρύπανον· τὸν δὲ λίθον ἀφίεσθαι ἀπὸ τῶν προωστῶν, ἐχόμενον ὑπὸ καρκίνων.
ὅπως δὲ μὴ ἁμαρτάνῃ τοῦ τρυπάνου ὁ λίθος φερόμενος, κάθετον χρὴ προαφίεσθαι, καὶ ὅταν αὕτη πέσῃ ἐπὶ τὸ τρύπανον,
εὐθὺ τὸν λίθον ἐπαφίεσθαι. ἄριστον δὲ πρὸς τὰ διακόπτοντα τὸ τεῖχος καὶ τόδε παρεσκευάσθαι. ὅταν γνῷς ᾗ προσάγεσθαι τοῦ τείχους, ταύτῃ χρὴ ἔσωθεν ἀντιπαρασκευάζειν ἀντίκριον, διορύξαντα τοῦ τείχους μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων, ἵνα μὴ προΐδωσιν πρότερον οἱ πολέμιοι· ὅταν δὲ ἐγγὺς ᾖ τὸ διακόπτον, οὕτως ἔσωθεν τῷ ἀντικρίῳ
παίειν· καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι.πρὸς δὲ τὰ μεγάλα μηχανήματα, ἐφʼ οἷς σώματά τε πολλὰ προσάγεται καὶ βέλη ἐξ αὐτῶν ἀφίεται ἄλλα τε καὶ καταπάλται καὶ σφενδόναι, εἰς δὲ τὰς ὀροφίνας οἰκίας καὶ πυρφόρα τοξεύματα, πρὸς δὲ ταῦτα τὰ μηχανήματα πρῶτον μὲν χρὴ τοὺς ἐν τῇ πόλει κρυφαίως ὑπορύσσειν κατὰ τὰς προσαγωγὰς τοῦ μηχανήματος, ἵνα οἱ τροχοὶ τῶν μηχανημάτων ἐμπίπτοντες δύνωσιν εἰς τὰ ὑπορύγματα· ἔπειτα ἔσωθεν ἀνταείρειν ἐκ φορμῶν πληρουμένων ψάμμου καὶ λίθων ἐκ τῶν ὑπαρχόντων ἔρυμα, ὅπερ τοῦ τε μηχανήματος ὑπερέξει καὶ τὰ ἐκ τῶν ἐναντίων βέλη ἀργὰ ποιήσει.
προκαλύπτειν δὲ ἅμα τούτοις καὶ πυκνὰ παραπετάσματα ἢ ἱστία, ἐρύματα τῶν εἰσαφιεμένων βελῶν, ἅπερ σχήσει τε τὰ ὑπερπίπτοντα τῶν βελῶν, καὶ ῥᾳδίως συλλεγήσεται,
χαμαιπετὲς δὲ μηδὲν ἔσται. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ᾗ ἂν ἄλλῃ τοῦ τείχους ὑπερπετῆ γιγνόμενα τὰ βέλη τοὺς ὑπηρετοῦντάς τε καὶ τοὺς διαπορευομένους βλάπτῃ καὶ τιτρώσκῃ.
ᾗ δὲ ἂν τοῦ τείχους χελώνη προσαχθεῖσα δύνηταί τι τοῦ τείχους διορύξαι ἢ καταβαλεῖν, ταύτῃ χρὴ ἀντιοῦσθαι παρεσκευασμένον.
πρὸς μὲν τὸ διόρυγμα πῦρ ποιεῖν πολύ, πρὸς δὲ τὸ πέσημα τοῦ τείχους τάφρον ἔσωθεν ὀρύσσειν, ἵνα μὴ εἰσέλθωσιν· καὶ ἅμα ἀνταείρειν τειχίον τειχίζοντα πρότερον ἢ πεσεῖν τὸ τεῖχος, ᾗ διορύσσεται, ἂν μὴ ἄλλως δύνῃ κωλύειν.
Χρὴ δὲ ταῖς προσενεχθείσαις χελώναις ἐπιχεῖν πίσσαν καὶ στυππεῖον καὶ θεῖον ἐπιβάλλειν, ἔπειτα φλογωθέντα φάκελλον καὶ ἐξάψαντα ἐπαφιέναι σχοίνῳ ἐπὶ τὴν χελώνην. τὰ δὲ τοιαῦτα προτεινόμενα ἀπὸ τοῦ τείχους ἐπιβάλλεται τοῖς προσαγομένοις μηχανήμασι. πιμπράναι χρὴ ταῦτα ὧδε.
παρεσκευάσθω ξύλα οἷον ὕπερα, μεγέθει δὲ πολλῷ μείζω· καὶ εἰς μὲν τὰ ἄκρα τοῦ ξύλου κροῦσαι σιδήρια ὀξέα μικρότερα καὶ μείζω, περὶ δὲ τὰ ἄλλα μέρη τοῦ ξύλου καὶ ἄνω καὶ κάτω χωρὶς πυρὸς σκευασίας ἰσχυράς· τὸ δὲ εἶδος γενέσθω οἷον κεραυνὸς τῶν γραφομένων. τοῦτο δὲ ἀφίεσθαι χρὴ ἐς τὸ προσαγόμενον μηχάνημα ἐσκευασμένον οὕτως ὥστε ἐμπήγνυσθαι εἰς τὸ μηχάνημα, καὶ ἐπιμένειν τὸ πῦρ ἐμπαγέντος αὐτοῦ.
ἔπειτʼ ἄν τινες ὦσι τῆς πόλεως ξύλινοι μόσυνες ἢ τοῦ τείχεός τι, χρὴ τούτοις ὑπάρχειν πρὸς τὸ μὴ ἐμπίμπρασθαι ὑπὸ τῶν πολεμίων πίλους καὶ βύρσας πρὸς τὴν ἔπαλξιν.
ἐὰν δὲ ἐμπρησθῶσιν πύλαι, προσφέρεσθαι ξύλα, καὶ ἐμβάλλοντα ὡς μέγιστον τὸ πῦρ ποιεῖν, μέχρι οὗ ἂν ταφρεύσῃς τὰ ἔσωθεν, καὶ ἀντιδείμῃς ἐκ τῶν σοι συνυπαρχόντων τάχιστα· εἰ δὲ μή, ἐκ τῶν ἐγγύτατα οἰκιῶν καθαιροῦντα.
Ἐὰν δέ τι οἱ πολέμιοι πειρῶνται ἐμπιμπράναι ἰσχυρᾷ σκευασίᾳ πυρός, σβεννύειν χρὴ αὐτὸ ὄξει· οὐ γὰρ ἔτι ῥᾳδίως ἐξάπτεται. μᾶλλον δὲ ἰξῷ προαλείφειν· τούτου γὰρ πῦρ οὐχ ἅπτεται.
τοὺς δὲ κατασβεννύντας ἀπὸ τῶν ὑψηλοτέρων ἔχειν περὶ τὸ πρόσωπον ἔρυμα, ἵνα ἧσσον ὀχλῶνται προσαϊσσούσης αὐτοῖς τῆς φλογός.
Αὐτὸν δὲ πῦρ σκευάζειν ἰσχυρὸν ὧδε, ὅπερ οὐ πάνυ τι κατασβέννυται. πίσσαν, θεῖον, στυππεῖον, μάνναν λιβανωτοῦ, δᾳδὸς πρίσματα ἐν ἀγγείοις ἐξάπτοντα προσφέρειν, ἐὰν βούλῃ τῶν πολεμίων τι ἐμπρησθῆναι.
Ταῖς δὲ τῶν κλιμάκων προσθέσεσιν ἀντιοῦσθαι ὧδε. ἐὰν μὲν ὑπερέχῃ τοῦ τείχους ἡ κλῖμαξ προστεθεῖσα, χρή, ὅταν ἐπʼ ἄκρων ᾖ ὁ ἀναβαίνων,
τότε ἀπῶσαι τὸν ἄνδρα ἢ τὴν κλίμακα ξύλῳ δικρῷ, ἐὰν μὴ ἄλλως κωλύειν δύνῃ διὰ τὸ ὑποτοξεύεσθαι·ἐὰν δὲ ἀρτία ᾖ τῷ τείχει ἡ κλῖμαξ, τὴν μὲν κλίμακα οὐχ οἷόν τε ἀπωθεῖν, τὰ δὲ ὑπερβαίνοντα χρὴ ἀπῶσαι. ἐὰν δὲ ταῦτα μὲν ἀδύνατα δοκῇ εἶναι, πεποιῆσθαι χρὴ οἷον θύραν ἐκ σανίδων, ἔπειτʼ ἐπὰν προσφέρηται ἡ κλῖμαξ, προϋποτιθέναι τῇ κλίμακι τῇ προσφερομένῃ· ὅταν δὲ προσίῃ ἡ κλῖμαξ πρὸς τὴν θύραν, ἐξ ἀνάγκης ὑπαχθείσης τῆς θύρας ἡ κλῖμαξ πίπτει, σπονδύλου προϋποτιθεμένου, οὐδὲ προσσταθῆναι δυνήσεται.
Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν.