Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ὁ δʼ ἀκούσας ἐκέλευεν ταύτας μὲν τὰς ἐπιστολὰς οἷς ἔφερεν ἀποδοῦναι, τὰ δὲ παρʼ ἐκείνων, εἰ ἀληθές τι μηνύει, παρʼ αὐτὸν ἐνεγκεῖν· καὶ ὁ μηνύων ταῦτα ἔπραξεν. ὁ δὲ ἄρχων λαβὼν τὰς ἐπιστολὰς καὶ ἀνακαλεσάμενος τοὺς ἀνθρώπους τὰ σημεῖά τε

ἐδείκνυεν τῶν δακτυλίων, ἅπερ ὡμολόγουν αὑτῶν εἶναι, καὶ λύων τὰ βιβλία ἐδήλου τὸ πρᾶγμα.

τεχνικῶς δὲ δοκεῖ φωρᾶσαι, ὅτι τὰς πεμπομένας παρὰ τοῦ ἀνθρώπου οὐκ ἀπέλαβεν· ἦν γὰρ αὐτοῖς ἀρνηθῆναι καὶ φάσκειν ἐπιβουλεύεσθαι ὑπό τινος. τὰς δʼ ἀνταποστελλομένας λαβὼν ἀναντιλέκτως ἤλεγξεν.

Κομίζεται δὲ καὶ ὧδε. κύστιν ἰσομεγέθη ληκύθῳ ὁπόσῃ ἂν βούλῃ πρὸς τὸ πλῆθος τῶν γραφησομένων φυσήσαντα καὶ ἀποδήσαντα σφόδρα ξηρᾶναι, ἔπειτα ἐπʼ αὐτῆς γράψαι ὅ τι ἂν βούλῃ μέλανι κατακόλλῳ.

ξηρανθέντων δὲ τῶν γραμμάτων ἐξελεῖν τὴν πνοὴν τῆς κύστιδος καὶ συμπιέσαντα εἰς τὴν λήκυθον ἐνθεῖναι· τὸ δὲ στόμα τῆς κύστιδος ὑπερεχέτω τοῦ στόματος τῆς ληκύθου.

ἔπειτα φυσήσαντα τὴν κύστιν ἐν τῇ ληκύθῳ ἐνοῦσαν, ἵνα διευρυνθῇ ὡς μάλιστα, καὶ ἐλαίου ἐμπλήσαντα περιτεμεῖν τῆς κύστιδος τὸ ὑπερέχον τῆς ληκύθου καὶ προσαρμόσαι τῷ στόματι ὡς ἀδηλότατα, καὶ βύσαντα τὴν λήκυθον κομίζειν φανερῶς. διαφανές τε οὖν τὸ ἔλαιον ἔσται ἐν τῇ ληκύθῳ καὶ οὐδὲν ἄλλο φανεῖται ἐνόν.

ὅταν δὲ ἔλθῃ παρʼ ὃν δεῖ, ἐξεράσας τὸ ἔλαιον ἀναγνώσεται φυσήσας τὴν κύστιν· καὶ ἐκσπογγίσας καὶ κατὰ ταὐτὰ εἰς τὴν αὐτὴν γράψας ἀποστελλέτω.

ἤδη δέ τις ἐν δέλτου ξύλῳ

γράψας κηρὸν ἐπέτηξεν καὶ ἄλλα εἰς τὸν κηρὸν ἐνέγραψεν. εἶτα ὅταν ἔλθῃ παρʼ ὃν ἔδει, ἐκκνήσας τὸν κηρὸν καὶ ἀναγνοὺς γράψας πάλιν ὡσαύτως ἐπέστειλεν. ἐνδέχεται δὲ καὶ εἰς πυξίον γράψαντα μέλανι ὡς βελτίστῳ ἐᾶν ξηρανθῆναι, ἔπειτα λευκώσαντα ἀφανίζειν τὰ γράμματα. ὅταν οὖν ἀφίκηται παρὰ τὸν πεμπόμενον, λαβόντα εἰς ὕδωρ θεῖναι τὸ πυξίον· φανεῖται οὖν ἐν τῷ ὕδατι ἀκριβῶς ἅπαντα τὰ γεγραμμένα.

γράφοιτο δʼ ἂν καὶ εἰς πινάκιον ἡρωϊκὸν ἅπερ ἂν βούλῃ. ἔπειτα καταλευκῶσαι καὶ ξηράναντα γράψαι ἱππέα φωσφόρον ἢ ὅ τι ἂν βούλῃ, ἔχοντα ἱματισμὸν λευκὸν καὶ τὸν ἵππον λευκόν· εἰ δὲ μή, καὶ ἄλλῳ χρώματι, πλὴν μέλανος. ἔπειτα δοῦναί τινι ἀναθεῖναι ἐγγὺς τῆς πόλεως εἰς ὃ ἂν τύχῃ ἱερὸν ὡς εὐξάμενος.

ὃν δὲ δεῖ ἀναγνῶναι τὰ γεγραμμένα, χρὴ ἐλθόντα εἰς τὸ ἱερὸν καὶ γνόντα τὸ πινάκιον συσσήμῳ τινὶ προσυγκειμένῳ, ἀπενέγκαντα εἰς οἶκον θεῖναι εἰς ἔλαιον· πάντα οὖν τὰ γεγραμμένα φανεῖται.

Πασῶν δὲ ἀδηλοτάτη πέμψις, πραγματωδεστάτη δὲ νῦν μοι ἡ δι’ ἀγραμμάτων ἐμφανισθήσεται·

ἔστι δὲ τοιάδε. ἀστράγαλον εὐμεγέθη τρυπῆσαι τρυπήματα εἴκοσι καὶ τέτταρα, ἓξ εἰς ἑκάστην

πλευρὰν τοῦ ἀστραγάλου· ἔστω δὲ τὰ τρυπήματα τοῦ ἀστραγάλου στοιχεῖα.

διαμνημόνευε δʼ ἀφʼ ἧς ἂν πλευρᾶς ἄρξῃ τὸ ἄλφα καὶ τὰ ἐχόμενα ἅπερ ἐν ἑκάστῃ πλευρᾷ γέγραπται. μετὰ δὲ ταῦτα, ὅταν τινὰ θέλῃς ἐν αὐτοῖς τίθεσθαι λόγον, λίνον διείρειν, οἷον, ἐὰν θέλῃς Αἰνείαν δηλοῦν ἐν τῇ διέρσει τοῦ λίνου ἀρξάμενος ἐκ τῆς πλευρᾶς τοῦ ἀστραγάλου ἐν ᾗ τὸ ἄλφα ἐστίν, δίειρον, καὶ παρελθὼν τὰ ἐχόμενα τούτου παραγράμματα, ὅταν ἔλθῃς εἰς πλευρὰν οὗ τὸ ἰῶτά ἐστιν, δίειρον πάλιν, παρεὶς δὲ τούτου τὰ ἐχόμενα, ὅπου συμβαίνει τὸ νῦ εἶναι, δίειρον καὶ πάλιν παρεὶς τὰ ἐχόμενα τούτου, ὅπου τὸ εἶ ἐστιν, δίειρον τὸ λίνον, καὶ οὕτω τὰ ἐπίλοιπα τοῦ λόγου ἀντιγράφων ἔνειρε εἰς τὰ τρυπήματα,

ὥσπερ ὃ ἄρτι ἐθέμεθα ὄνομα. ἔσται οὖν περὶ τὸν ἀστράγαλον ἀγαθὶς λίνου τετολοπευμένη, δεήσει δὲ τὸν ἀναγιγνώσκοντα ἀναγράφεσθαι εἰς δέλτον τὰ δηλούμενα γράμματα ἐκ τῶν τρυπημάτων. ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ

ἐνέρσει. διαφέρει δὲ οὐδὲν τὰ γράμματα ἀνάπαλιν γραφῆναι εἰς τὴν δέλτον· οὐδὲν γὰρ ἧττον γνωσθήσεται. καταμαθεῖν δὲ πλεῖον ἔργον ἐστὶν τὰ γεγραμμένα ἢ τὸ ἔργον αὐτὸ γενέσθαι.