Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

εἰσενεχθείη δʼ ἂν γραφὴ καὶ ἐν τοῖς τῶν γυναικῶν ὠσὶν ἔχουσιν ἀντʼ ἐνωτίων ἐλασμοὺς ἐνειλημένους λεπτοὺς μολιβδίνους.

ἐκομίσθη δὲ ἐπιστολὴ περὶ προδοσίας εἰς στρατόπεδον ἀντικαθημένων πολεμίων ὑπὸ τοῦ προδιδόντος ὧδε. τῶν ἐξιόντων ἱππέων ἐκ τῆς πόλεως εἰς προνομὴν τῶν πολεμίων ἑνὶ ἐγκατερράφη ὑπὸ τὰ πτερύγια τοῦ θώρακος βιβλίον· ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ ζωγρηθῆναι. καὶ γενομένου δʼ ἐν τῷ στρατοπέδῳ ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει. ὑπηρέτησεν δʼ ὁ ἱππεὺς ἀδελφὸς ἀδελφῷ.

ἄλλος δὲ ἱππέα ἐκπέμπων εἰς τὴν ἡνίαν τοῦ χαλινοῦ βυβλίον ἐνέρραψεν. ἐγένετο δὲ περὶ ἐπιστολὴν τοιόνδε. πόλεως γὰρ πολιορκουμένης ἐπεὶ παρῆλθεν ἔσω τῆς πόλεως ὁ κομίζων τὰς ἐπιστολὰς τῷ μὲν προδιδόντι καὶ τοῖς ἄλλοις οἷς ἔφερεν οὐκ ἀποδίδωσιν, πρὸς δὲ τὸν ἄρχοντα τῆς πόλεως ἦλθεν μηνύων καὶ τὰς ἐπιστολὰς ἐδίδου.

ὁ δʼ ἀκούσας ἐκέλευεν ταύτας μὲν τὰς ἐπιστολὰς οἷς ἔφερεν ἀποδοῦναι, τὰ δὲ παρʼ ἐκείνων, εἰ ἀληθές τι μηνύει, παρʼ αὐτὸν ἐνεγκεῖν· καὶ ὁ μηνύων ταῦτα ἔπραξεν. ὁ δὲ ἄρχων λαβὼν τὰς ἐπιστολὰς καὶ ἀνακαλεσάμενος τοὺς ἀνθρώπους τὰ σημεῖά τε

ἐδείκνυεν τῶν δακτυλίων, ἅπερ ὡμολόγουν αὑτῶν εἶναι, καὶ λύων τὰ βιβλία ἐδήλου τὸ πρᾶγμα.

τεχνικῶς δὲ δοκεῖ φωρᾶσαι, ὅτι τὰς πεμπομένας παρὰ τοῦ ἀνθρώπου οὐκ ἀπέλαβεν· ἦν γὰρ αὐτοῖς ἀρνηθῆναι καὶ φάσκειν ἐπιβουλεύεσθαι ὑπό τινος. τὰς δʼ ἀνταποστελλομένας λαβὼν ἀναντιλέκτως ἤλεγξεν.

Κομίζεται δὲ καὶ ὧδε. κύστιν ἰσομεγέθη ληκύθῳ ὁπόσῃ ἂν βούλῃ πρὸς τὸ πλῆθος τῶν γραφησομένων φυσήσαντα καὶ ἀποδήσαντα σφόδρα ξηρᾶναι, ἔπειτα ἐπʼ αὐτῆς γράψαι ὅ τι ἂν βούλῃ μέλανι κατακόλλῳ.

ξηρανθέντων δὲ τῶν γραμμάτων ἐξελεῖν τὴν πνοὴν τῆς κύστιδος καὶ συμπιέσαντα εἰς τὴν λήκυθον ἐνθεῖναι· τὸ δὲ στόμα τῆς κύστιδος ὑπερεχέτω τοῦ στόματος τῆς ληκύθου.