Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Χρὴ δὲ τὰς παραγιγνομένας εὐθὺς ἀνοίγειν δέλτους. Ἀστυάνακτι δὴ τυράννῳ Λαμψάκου πεμφθείσης ἐπιστολῆς ἐν ᾗ γεγραμμένα ἦν μηνύοντα τὴν ἐπιβουλὴν ἀφʼ ἧς ἀνῃρέθη, παρὰ τὸ μὴ εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ ἀμελήσαντος αὐτοῦ, πρὸς ἄλλοις δὲ γενομένου πρότερον, διεφθάρη, τὴν ἐπιστολὴν ἔχων περὶ τοὺς δακτύλους.

διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐν Θήβαις ἡ Καδμεία κατελήφθη, τῆς τε Λέσβου ἐν Μυτιλήνῃ παραπλήσια τούτοις ἐπράχθη.

Γλοῦς δὲ βασιλέως ναύαρχος παρὰ βασιλέα ἀναβάς, ἐπεὶ οὐχ οἷόν τε ἦν ὑπομνήματα ἐν βιβλίῳ ἔχοντα εἰσιέναι παρὰ βασιλέα (ἦν δὲ αὐτῷ περὶ πολλῶν τε καὶ μεγάλων διαμνημονευτέον), ἐγράψατο εἰς τὰ διαστήματα τῆς χειρὸς τῶν δακτύλων περὶ ὧν ῥητέον ἦν αὐτῷ.

Περὶ τὴν τῶν τοιούτων ἐπιμέλειαν τῷ πυλωρῷ πονητέον, ὡς ἂν μηδὲν λανθάνῃ εἰς τὴν πόλιν εἰσφερόμενον μήτε ὅπλον μήτε γράμματα.

Πρὸς δὲ τὰς τῶν ἐναντίων προσαγωγὰς μηχανήμασιν ἢ σώμασιν ἐναντιοῦσθαι ὧδε. πρῶτον μὲν εἰς τὰ ὑπεραιρόμενα ἐκ πύργων ἢ ἱστῶν ἢ τῶν ὁμοτρόπων τούτοις ἱστία, οἷς τὰ προσαχθέντα ὑπεραίρειν χρή, τισὶν ἀδιατμήτοις περιβληθέντα κατατετάσθαι ὑπὸ τενόντων. ἄλλα τε καὶ ὑποθυμιᾶν καπνὸν πολὺν ἱέντα καὶ ὑφάπτειν ὡς μέγιστον

πῦρ πνέοντα·

ἀνταείρεσθαι πύργους ξυλίνους ἢ ἄλλα ὕψη ἐκ φορμῶν πληρουμένων ψάμμου ἢ ἐκ λίθων ἢ ἐκ πλίνθων. ἴσχοιεν δʼ ἂν τὰ βέλη καὶ καλάμων ταρσοὶ ὀρθίων καὶ πλαγίων συντιθεμένων.

ἡτοιμάσθαι δὲ καὶ τοῖς εἰς τὰ χείλη μηχανήμασιν εἰσπίπτουσιν κριῷ καὶ τοῖς ὁμοτρόποις τούτῳ, ἐρύματα, σάκκους ἀχύρων πληροῦντα προκρεμαννύειν καὶ ἀγγεῖα ἐρίων καὶ ἀσκοὺς βοείους νεοδάρτους πεφυσημένους ἢ πεπληρωμένους τινῶν καὶ ἄλλα τούτοις ὁμότροπα.

καὶ ὅταν ἢ πύλην ἢ ἄλλο τι τοῦ τείχους διακόπτῃ, χρὴ βρόχῳ τὸ προΐσχον ἀναλαμβάνεσθαι, ἵνα μὴ δύνηται προσπίπτειν τὸ μηχάνημα.