Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

νυκτὸς δὲ γενομένης καὶ ἀθροισθέντων τῶν ἐπιθησομένων, ἕκαστος ὃν ἔδει τηρήσαντες καιρόν, ἐν ᾧ μάλιστα οἰνωμένοι ἦσαν οἱ ἄλλοι κατὰ τὴν πόλιν οἷα δὴ ἐν ἑορτῇ, πρῶτον μὲν τὸ φόρημα ἐλύθη, καὶ ἐξ αὐτοῦ ὁ ἡγεμὼν ἕτοιμος ἦν· ἔπειτα ἄλλοι μὲν αὐτῶν τοὺς ταρσοὺς ἐξείλισσον πρὸς τὰς λήψεις τῶν δοράτων καὶ ἀκοντίων, ἕτεροι δὲ τὰ ἄγγη τῶν ἀχύρων καὶ ἐρίων ἐξεκένουν, οἱ δὲ τὰς σαργάνας ἀνέτεμνον, ἄλλοι δὲ τὰς κιβωτοὺς ἀνοίγοντες τὰ ὅπλα ἐξῄρουν, οἱ δὲ τοὺς ἀμφορέας συνέτριβον, ἵνα ταχεῖα ἡ λῆψις τῶν ἐγχειριδίων γένοιτο.

ἅμα δὲ ταῦτα καὶ οὐ πόρρω ὄντα ἀλλήλων ἐπορσύνετο ἀπὸ σημείου τοῦ ἐν τῇ πόλει καὶ ὡς φάλαγξι γενομένου.

ὁπλισθέντες δʼ ἕκαστοι τοῖς προσήκουσιν ὅπλοις οἱ μέν τινες αὐτῶν ἐπὶ πύργους ὥρμησαν καταλαβεῖν καὶ

πύλας, καθʼ ἃς καὶ τοὺς ἄλλους προσεδέχοντο, οἱ δὲ ἐπὶ τὰ ἀρχεῖα καὶ τὰς ἐναντίας οἰκίας, οἱ δέ, ἄλλοι ἄλλων τόπων εἴχοντο.

Εἰς δὲ ὁμοίας πράξεις τῶν εἰρημένων δεόμενοί τινες ἀσπίδων ἐπεὶ οὐδενὶ ἄλλῳ τρόπῳ ἐδύναντο ἑτοιμάσασθαι οὐδὲ εἰσαγαγέσθαι, πλῆθος οἰσυῶν καὶ ἐργάτας ἅμα τούτων εἰσηγάγοντο.

καὶ ἐν μὲν τῷ φανερῷ ἄλλα ἀγγεῖα ἔπλεκον, ἐν δὲ ταῖς νυξὶν ὅπλα, περικεφαλαίας καὶ ἀσπίδας, ἔπλεκον, αἷς ὄχανα περιετίθεσαν σκύτινα καὶ ξύλινα. ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων πλοίων νυκτὸς καὶ ἡμέρας οὔτε μεγάλων οὔτε μικρῶν ἀδιασκέπτως ἔχειν, ἀλλὰ ἐμβαίνοντας τοὺς λιμενοφύλακάς τε καὶ ἀποστολέας ἰδεῖν αὐτοὺ; τὰ ἀγώγιμα, ἐνθυμουμένους ὅτι καὶ Σικυώνιοι ἀμελήσαντες τῶν τοιούτων μεγάλα ἐσφάλησαν.

Προνοεῖν δὲ καὶ τὰ ἐπὶ πράσει εἰσαγόμενα καὶ εἰς τὴν ἀγορὰν ἐκτιθέμενα ὅπλα τά τε ἐπὶ τῶν καπηλείων καὶ παντοπωλείων, ὧν ἀθροισθέντων πλῆθός τι γένοιτʼ ἄν, ὅπως μηδενὶ ἕτοιμα ᾖ τῶν βουλομένων νεωτερίζειν·

εὔηθες γὰρ τῶν μὲν

ἀφικνουμένων ἀνδρῶν παραιρεῖσθαι τὰ ὅπλα, ἐν δὲ τῇ ἀγορᾷ καὶ ταῖς συνοικίαις ἀθρόα ὑπάρχειν σωράκους τε ἀσπιδίων καὶ ἐγχειριδίων κιβώτια. διὸ δεῖ τὰ εἰσαφικνούμενά τε καὶ ἠθροισμένα ὅπλα μὴ ἐκφέρεσθαί τε εἰς τὴν ἀγορὰν καὶ νυκτερεύειν ὅπου ἂν τύχῃ, ἀλλὰ πλὴν δείγματος τὸ ἄλλο πλῆθος πρὶν ἐκτίθοιτό τις, εἶναι δημοσίᾳ κρίνειν.