Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Περιοδεύειν μὲν ἐν τοῖς κινδύνοις πρῶτον τῶν ἐν τῇ ἀγορᾷ ἠθροισμένων λόχων δύο ὑπὸ τὸ τεῖχος ἐναλλὰξ ἀλλήλοις, διεσκευασμένους τοῖς ὑπάρχουσιν ὅπλοις καὶ παρασυνθήμασιν, ὡς ἀκριβῶς ἐκ πλείονος διαγνῶναι ἑαυτούς.

τοὺς δὲ τὴν πρώτην φυλακὴν περιοδεύοντας ἀδείπνους χρὴ περιοδεύειν· τυγχάνουσι γὰρ οἱ τὴν πρώτην προφυλάσσοντες ἀπὸ δείπνου ὄντες ῥᾳθυμοτέρως τε καὶ ἀκολαστοτέρως διακείμενοι.

περιοδεύειν δὲ ἄνευ λαμπτῆρος, ἂν μὴ λίαν χειμὼν ᾖ καὶ σκότος· εἰ δὲ μή, οὕτω ὁ λαμπτὴρ φεγγέτω, εἰς ὕψος μὲν μηδέν (κεκαλύφθω γάρ τινι), ἐπὶ δὲ τὴν γῆν καὶ τὰ πρὸ τῶν ποδῶν μόνον φεγγέτω.

ἐν ἱπποτροφούσῃ δὲ πόλει καὶ ἐν ἱππασίμῳ χειμῶνος ἱππεῦσι περιοδεύειν· ἐν γὰρ τοῖς ψύχεσιν καὶ πηλοῖς καὶ μήκεσι τῶν νυκτῶν θᾶσσον ἀνύοιτʼ ἂν ἡ περιοδεία.