Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ὅπου δὴ εὐθὺς οἱ εἰσελθόντες ἔργου εἴχοντο τὸν τε πυλωρὸν ἀποκτείναντες καὶ εἰς ἄλλας ξένας πράξεις ὁρμήσαντες, καὶ τῶν πυλῶν ἐγκρατεῖς ὄντες, ἐφʼ ἃς εὐθύς, οὐ πόρρω ὄντος τοῦ Χαριδήμου, παρῆσαν τάξεις καὶ κατέλαβον τὸ πόλισμα.

μετὰ δὲ ταῦτα καὶ αὐτὸς εἰσεπορεύθη μετὰ πάσης τῆς δυνάμεως. ἅμα δὲ τούτοις καὶ τοιόνδʼ ἔπραξεν.

τοῦ στρατεύματός τινι μέρει ἐνέδρας ἐποιήσατο, προνοήσας ὅτι παρέσοιτο βοήθεια ἐπὶ τὸ χωρίον. ὅπερ συνέβη· εὐθὺς γὰρ αἰσθόμενος Ἀθηνόδωρος Ἴμβριος, ὢν οὐ πόρρω μετὰ στρατεύματος, ἐπειρᾶτο βοηθεῖν ἐπὶ τὸ χωρίον.

ἔτυχε δὲ καὶ αὐτὸς ἀγχίνως πάλιν ἀνθυποπτεύσας, καὶ οὐ τὰς ἐνεδρευομένας ὁδοὺς ἐπορεύθη πρὸς τὸ Ἴλιον, ἀλλὰ ἄλλας πορευθεὶς

ἔλαθέν τε ἐν τῇ νυκτὶ καὶ ἦλθεν πρὸς τὰς πύλας.