Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ὅσα δὲ πάθεα γέγονε περὶ τοὺς τοιούτους καιρούς, ἐν ἄλλοις δηλοῦται.

Μᾶλλον δὲ ἅμα τούτοις μηδὲ τὰς ἀναβάσεις ἐπὶ τὸ τεῖχος εὐπόρους εἶναι ἀλλὰ κλειστάς, ἵνα μηδενὶ ἐγγίγνηται προκαταλαμβάνειν τι τοῦ τείχους βουλομένῳ

ἐνδοῦναι τοῖς πολεμίοις, ἀλλʼ ὦσιν οἱ φύλακες οὓς ἂν σὺ βούλῃ ἐξ ἀνάγκης ἐπὶ τοῦ τείχους διατελοῦντες καὶ μὴ καταβαίνοντες, ἄν τέ τινες ἔξωθεν τῆς πόλεως λάθωσιν ὑπερβάντες, μὴ ῥᾳδίως διὰ ταχέων καταβαίνωσιν ἀπὸ τοῦ τείχους εἰς τὴν πόλιν, ἐὰν μὴ θέλωσιν ἀφʼ ὑψηλῶν καταπηδῶντες κινδυνεύειν καὶ μήτε λαθεῖν μήτε φθάσαι. πρέποι δʼ ἂν τὸ παρασκεύασμα τοῦτο περὶ τὰς ἀναβάσεις καὶ ἐν τυράννου ἀκροπόλει.

μετὰ δὲ τὴν ἐν Νάξῳ ναυμαχίαν ἐπιβουλευόμενος ὁ φρούραρχος Νικοκλῆς ἀναβάσεις κλειστὰς ποιήσας κατέστησε φύλακας ἐπὶ τῷ τείχει, ἔξω δὲ τῆς πόλεως περιοδίας ἐποιεῖτο μετὰ κυνῶν· προσεδέχοντο γὰρ ἔξωθέν τινα ἐπιβουλήν.

Ἐν ὁμονοοῦσι δὲ καὶ μηδενὸς ὑποπτεύοντος ἐν τῇ πόλει ἐν τοῖς ἐπὶ τῷ τείχει φυλακείοις δεῖ τὰς νύκτας λύχνα καίεσθαι ἐν λαμπτῆρσιν, ἵνα καθʼ οὓς ἄν τι προσπελάζῃ πολέμιον, ἄρωσι τῷ στρατηγῷ τὸν λαμπτῆρα.

ἐὰν δὲ μὴ φαίνηται πρὸς τὸν στρατηγὸν ὁ λαμπτὴρ τόπου κωλύοντος, ἄλλος διαδεκτὴρ ὑπολαμβάνων λαμπτῆρι φαινέτω τῷ στρατηγῷ, ὁ δὲ στρατηγὸς τὸ ἐμφανιζόμενον αὐτῷ τοῖς ἄλλοις φύλαξι δηλούτω σάλπιγγι ἢ

τοῖς δρομοκήρυξιν, ὁποτέρως ἂν συμφέρῃ.

κατὰ δὲ τοὺς καιροὺς τούτους καὶ οὕτω περὶ τὰς φυλακὰς διατελούντων παραγγελλέσθω τῷ ἄλλῳ ὄχλῳ, ὅταν σημανθῇ μηδένα ἐξιέναι· ἐὰν δέ τις ἐξίῃ ἐπί τινα πρᾶξιν ἀναγκαῖον, μετὰ λαμπτῆρος πορεύεσθαι, ἵνα πόρρωθεν κατάδηλος ᾖ τοῖς περιοδεύουσι.