Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

καὶ οὕτω πολλοί τε καὶ ἅμα περιοδεύσουσιν καὶ μικρὸν ἕκαστος χωρίον κινηθήσεται, καὶ οὐ θαμὰ οἱ αὐτοὶ παρὰ τοῖς αὐτοῖς διατελοῦσι, πυκνὰ ἄλλων φυλάκων παρʼ ἄλλοις γιγνομένων φύλαξιν. τούτου δὲ οὕτω πρασσομένου οὐκ ἄν τι ἐκ τῶν φυλάκων νεωτερισθείη.

Τοὺς δὲ προφυλάσσοντας ἀντιπροσώπους ἀλλήλοις ἑστάναι· οὕτως γὰρ ἂν πάντῃ ἀπʼ αὐτῶν βλέποιντο, καὶ ἥκιστα ὑπό τινων ἀγρευθεῖεν λάθρᾳ προσελθόντων, ἅπερ ἤδη γεγονότα περὶ τὰ ἡμεροσκόπια δεδήλωται.